82
∆αρεῖος ὁ ̔Υστάσπου ἐκράτησε τῆς βασιλείας Περσῶν. ἐξ οὐδενὸς δὲ τούτων ἀριθμούμενος ὁ καιρὸς εὑρίσκεται σώζων κατὰ τὴν τοῦ ἀρχαγγέλου φωνήν, ἀλλ' ὑπερβάλλων· εἰ δ' ἐκ τῶν χρόνων τῆς ̓Αρταξέρξου βασιλείας ὁ καιρὸς ἀριθμοῖτο, εὑρεθείη αν ουτε περιττεύων ουτ' ἐλαττούμενος. κἀκ τούτου δέον ἀριθμεῖσθαι αὐτόν, οτι τότε καὶ τῇ πόλει περιεβλήθη περίβολος καὶ τῷ ναῷ προσετέθη τὰ λείποντα καὶ οἰκητόρων ἡ πόλις πεπλήρωτο, οτε Νεεμίας οἰνοχοεύων τῷ ̓Αρταξέρξῃ ἐδεήθη αὐτοῦ ἐπιτραπῆναι αὐτῷ τὴν εἰς τὴν πατρίδα ἐπάνοδον, καὶ ἀπελθὼν τήν τε πόλιν περιετείχισε καὶ συνῴκισε καὶ τὸν ναὸν ἀτελῆ οντα ἀπήρτισεν. εἰ γοῦν ἀπὸ τῆς τοῦ σωτῆρος ἐπιφανείας, δι' ου μόνου αφεσις ἁμαρτημάτων ἐδόθη καὶ δικαιοσύνη εἰσήνεκται καὶ τῶν προφητῶν αἱ προρρήσεις πεπλήρωνται, ἀναποδίζων τις ἀριθμήσει τὸν χρόνον, εὑρήσει τοῦτον συμπληρούμενον εως τοῦ εἰκοστοῦ ετους τῆς βασιλείας ̓Αρταξέρξου, οτε δηλαδὴ ὁ Νεεμίας παραχωρηθεὶς εἰς ̔Ιερουσαλὴμ ἐπανῆλθεν· α προϊοῦσα καθ' εἱρμὸν ἡ ἱστορία πλατύτερον διηγήσεται. ον δὲ αγιον ειπεν ἀνωτέρω ἁγίων, τοῦτον αυθις Χριστὸν ἡγούμενον ειρηκεν, ὀνομάζων αὐτὸν κατὰ τὸ ἀνθρώπινον. ὡς γὰρ πρωτότοκος τῆς κτίσεως τῆς καινῆς καὶ πρωτότοκος ἐκ νεκρῶν λέγεται, ουτω καὶ ἡγούμενος προσηγόρευται. καὶ ὁ θεῖος δὲ ἀπόστολος Πέτρος ἀρχηγὸν τῆς ζωῆς ὠνόμασε τὸν σωτῆρα, τοῖς ̓Ιουδαίοις διαλεγόμενος, ὡς ἐν ταῖς Πράξεσιν ὁ θεῖος Λουκᾶς συν1.207 εγράψατο. ωσπερ δὲ πρωτότοκος ἡμῶν καὶ πρωτεύων κατὰ τὸν μέγαν Παῦλον ειρηται κατὰ τὸ ἀνθρώπινον, ουτω δὴ καὶ ἡγούμενος τῷ ἀρχαγγέλῳ Γαβριὴλ προσηγόρευται. ̓Απορήσειε δ' αν τις οτου χάριν διῃρημένως, ἀλλ' οὐχ ὁμοῦ αἱ ἑβδομάδες ἠρίθμηνται, εἰς ἑπτὰ δὲ καὶ ἑξήκοντα δύο διῄρηνται καὶ εἰς μίαν ἑτέραν. οὐχ ὡς ετυχε δὲ τοῦτο πεποίηκεν ὁ ἀρχάγγελος, ἀλλά τινα καινὰ διὰ τούτων διδάσκων ἐν ταῖς τῶν χρόνων διαιρέσεσι συμβησόμενα. εἰ γὰρ ἀπὸ τῆς τῶν ̔Ιεροσολύμων οἰκοδομῆς τῆς ἐπὶ Νεεμίου, ὡς ειρηται, γενομένης ἀριθμοῖντο οἱ χρόνοι μέχρις ̔Υρκανοῦ ἀρχιερέως, ἐφ' ου τὸ τῶν ̓Ασαμωναίων γένος ἐπαύθη τοῦ ἱερᾶσθαι, ὁ τῶν ἑξήκοντα δύο ἑβδομάδων ἀριθμὸς συμπεραίνεται. ἀπὸ μὲν γὰρ τοῦ εἰκοστοῦ ετους τῆς βασιλείας ̓Αρταξέρξου, ος τῷ Νεεμίᾳ τὴν εἰς ̔Ιερουσαλὴμ ἐπάνοδον εδωκε τῷ ταύτην τειχίσαντι, εως ∆αρείου τοῦ ̓Αρσάμου, ον καθεῖλεν ̓Αλέξανδρος, ἑκατὸν ετη εἰσὶ καὶ τεσσαρεσκαίδεκα· ἐκ δὲ τῆς καθαιρέσεως τῆς τῶν Περσῶν βασιλείας, ἐν εκτῳ γενομένης ετει τῆς ̓Αλεξάνδρου πρὸς τὴν ̓Ασίαν στρατείας, μέχρις ̓Ιουλίου Καίσαρος Γαΐου, ος πρῶτος τῇ μοναρχίᾳ τῶν ̔Ρωμαίων ἐπικεχείρηκεν, ετη παρήλθοσαν διακόσια ὀγδοήκοντα καὶ δύο· ἐκ δὲ τῆς αὐταρχίας τοῦ Καίσαρος εως ετους πεντεκαιδεκάτου Τιβερίου Καίσαρος, ἡνίκα ὁ Χριστὸς ὑπὸ ̓Ιωάννου ἐβαπτίσθη καὶ τῶν σημείων ἀπήρξατο, ετη ἑβδομήκοντα καὶ τρία· ὡς συμποσοῦσθαι ταῦτα εἰς ἐνιαυτοὺς ἐπὶ τετρακοσίοις ἑξήκοντα καὶ ἐννέα. οἱ δὲ τοσοῦτοι ἐνιαυτοὶ 1.208 ἀποτελοῦσιν ετη τετρακόσια ὀγδοήκοντα τρία κατὰ τὴν ̔Εβραϊκὴν ἀρίθμησιν τῶν ἐτῶν. οὐ γὰρ ὡς ἡμεῖς οἱ ̔Εβραῖοι ψηφίζουσι τὸν ἐνιαυτόν, ἀλλὰ κατὰ σεληνιακὸν δρόμον ἀριθμοῦντες αὐτὸν τριακοσίων πεντήκοντα καὶ τεσσάρων ἡμερῶν λογίζονται αὐτόν, ὡς περιττεύειν ἀφ' ἑκάστου ἐνιαυτοῦ ἡμέρας ενδεκα. καὶ τούτων γοῦν τῶν περιττῶν ἡμερῶν εἰς ετη συμποσουμένων τὰ τετρακόσια ὀγδοήκοντα καὶ τρία ̔Εβραϊκὰ συνίστανται ετη. ̔Εβραίῳ δὲ τῷ ∆ανιὴλ ὁ αγγελος ὁμιλῶν πάντως τὰ αὐτῷ γνώριμα ελεγεν ετη. αχρι μὲν ουν τῆς τοῦ ἀρχιερέως ̔Υρκανοῦ ἀναιρέσεως, ον ὁ βασιλεὺς ἀνεῖλεν ̔Ηρώδης, εἰρήσεται δὲ τὰ περὶ τούτου πλατύτερον, αἱ ἑξήκοντα δύο ἑβδομάδες ἐξεμετρήθησαν. εκτοτε δὲ τῆς ἀρχιερωσύνης οὐ διὰ βίου προσπεπηγυίας κατὰ τὸν νόμον τοῖς ταύτης ἀξιουμένοις, ἀλλ' ἐνιαυσιαίας παρανόμως διδομένης η βραχυτέρῳ χρόνῳ περιοριζομένης, καὶ χρημάτων αὐτὴν ὠνουμένων τῶν βουλομένων, ο καὶ ὁ ̓Ιώσηπος ἱστορεῖ, αἱ ἑπτὰ παρήλθοσαν ἑβδομάδες. τοῦτο δὲ δηλῶν ὁ θεῖος ἀρχάγγελος ελεγε "καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ εστιν ἐν