82
πολῖται γνήσιοι. λέγονται δὲ καὶ οἱ ̓Αθηναῖοι, η ἐπεὶ τὴν χθόνα, ο ἐστι τὴν γῆν, ἀργὴν ουσαν πρῶτοι εἰργάσαντο, η διὰ τὸ μὴ ειναι αὐτοὺς ἐπήλυδας. Αὐτόνομοσ. ὁ αὐθαίρετος, ὁ αὐτόβουλος. Αὐτάρκησ. αὐτοβοηθός. παρὰ τὸ αὐτὸς καὶ τὸ ἀρκῶ τὸ βοηθῶ. Αὐτόμολοσ. πρόσφυξ. Αὐτόσιτοσ. οἰκόσιτος. Αὐτόστοιχοσ. αὐτὸς ἑαυτῷ προσέχων. ὁ βουλόμενος ἐν τῷδε τῷ βίῳ ἀβέβηλον βίον πολιτεύεσθαι, αὐτόστοιχος ἐθέλει ειναι. Αὐτοσφαγῆ. τὸν ὑφ' ἑαυτοῦ ἀναιρούμενον. Αὐτήκοοι. οἱ μὴ ἐπιτασσόμενοι, αὐτοὶ δὲ ἑαυτῶν ἀκούοντες. Αὐτόδαξον. τρόπον αὐθάδη καὶ ὀργίλον, ἐπεὶ οἱ ὀργίλοι δάκνουσι τοῖς ὀδοῦσιν. Αὐτοκέλευστοσ. αὐθόρμητος. κρότος τὲ ἀθρόως οὐκ ἐκ παραγγέλματος, ἀλλ' αὐτοκέλευστος ὡρμήθη. Αὐτοκράτωρ. δεσπότης, αρχων. ἑλληνικὴ ἡ φωνή. τάττεται δὲ ἐπὶ παντὸς τοῦ καταπολεμήσαντος καὶ κρατήσαντος τῶν πολεμίων. αὐalpha.342 τοκράτορα πάντα τὸν ἀνυπεύθυνον. παρὰ τὸ κρατῶ, κράτωρ καὶ αὐτοκράτωρ· η παρὰ τὸ κραίνω κράτωρ καὶ ἐν συνθέσει αὐτοκράτωρ. αὐτοκράτορες ἀντὶ τοῦ· τούτων τῶν δογμάτων κρατοῦντες. ̓Αριστοφάνης· τούτων περὶ πάντων αὐτοκράτορες ηκομεν. Αὐτολήκυθοσ. ὁ πένης. παρὰ τὸ φέρειν ἑαυτῷ τὰς ληκύθους εἰς τὰ βαλανεῖα. Αὐτόφωροσ. ὁ ὑφ' ἑαυτοῦ ἐξελεγχόμενος καὶ πεφανερωμένος ων. Αὐτόματοσ. αὐτόκλητος. παρὰ τὸ μαστεύω, τὸ ζητῶ, μαστὸς, καὶ αὐτόματος, ὁ αὐτοζήτητος καὶ μὴ παρ' ἑτέρου ζητηθείς. η παρὰ τὸ μένω, τὸ προθυμοῦμαι. μέμαμαι, μέμαται, ματὸς καὶ αὐτόματος. Αὐτοφορβόσ. ὁ αὐτοφάγος. ἠξίωσαν δὲ τινὲς βαρύνεσθαι διὰ τὴν αὐτὸς ἀντωνυμίαν, ητις βαρύνει τὰ εἰς ˉοˉς λήγοντα ἐν τῇ συνθέσει, ὡς αὐτόνομος. αὐτόνομος ειναι βούλομαί σοι σύμμαχος. Αὐχμόσ. ξηρασία, ἀνομβρία. παρὰ τὸ αυξω αὐχμός. κατὰ ἀντίφρασιν ὁ μὴ ποιῶν τὶ αυξεσθαι. ὑγρότης γὰρ τρέφει. η παρὰ τὸ αυω τὸ ξηραίνω, ἐξ ου αυος καὶ αὐαλέος, γίνεται αὐχμός. Αὐχήν. ὁ τράχηλος. παρὰ τὸ ἀχμὴν, ὁ κατάξηρος τόπος τοῦ σώματος. η παρὰ τὸ οχω, ὀχὴν καὶ αὐχὴν, ὑφ' ου ὀχεῖται ἡ κεφαλή. η alpha.343 παρὰ τὸ αὐχεῖν καὶ γαυριᾷν γίνεται αὐχήν. γαυριῶντες γὰρ καὶ ἐπαιρόμενοι ἀνατείνομεν αὐτόν. Αὐλόσ. τὸ φωνητικὸν οργανον σημαίνει, καὶ τὸν εἰς εὐθὺ ἀνακοντισμὸν τοῦ αιματος. -αὐτίκα δ' αὐλὸς ἀνὰ ῥῖνας παχὺς ηλθεν αιματος- σημαίνει καὶ περόνης μέτρον. αὐλοῖσι διδύμοισι πάροιθεν δαίδαλα ηκεν. Αὐλόσ. καὶ τὸ στάδιον. Αὐθέκαστοσ. ὁ αὐστηρός. (Θηλυκόν.) Αὐαλέασ. καταξήρους. Αὐγή. ἡ λαμπρότης. παρὰ τὸ αγω, ἀγὴ καὶ αὐγή. δι' ης ἀγόμεθα. Αὐδὴ, ἡ φωνή. παρὰ τὸ αὐγὴ, αὐδὴ κατὰ τροπήν. δι' ης αὐγάζεται καὶ φωτίζεται τὰ τοῦ νοῦ. Αὐδήεσσα. ὀνομαστὴ, ενδοξος, ὁμοιόφθογγος. Αὐθάδεια. θρασύτης· ἀλαζονεία, αὐταρέσκεια. καὶ αὐθαδία, διὰ τοῦ ἰῶτα. Αὐλῶπισ. ἡ περικεφαλαία, ἡ παρατεταμένους εχουσα τοὺς ωπας. Αὐλαία. τὸ τῆς σκηνῆς παραπέτασμα. Αυλαξ. ἡ ἐπιμήκης τομὴ τῆς γῆς ἐξ ἀρότρου. Αυλισ. ἡ κοίτη. Αὐλαί. ἐπίνειον Κιλικίας πλησίον Ταρσοῦ. οἱ οἰκοῦντες Αὐλαιῶται. alpha.344 Αὐλή. τὸ νῦν ἀρχεῖον λεγόμενον, οπου ἀπήγοντο οἱ κατάκριτοι, καὶ τοὺς ἐκεῖσε ὑπηρέτας αὐλικοὺς ὠνόμαζον. Αὐλία. ἀντὶ τοῦ επαυλις. ουτως Λυσίας καὶ Αἰσχίνης. Αυλειοσ. ἡ ἀπὸ τῆς ὁδοῦ πρώτη θύρα τῆς οἰκίας. Αὐλείουσ. θύρας. Αυξη. ἡ αυξησις. Αυξησισ. κίνησις περὶ τὸ τέλειον μέγεθος. Αυρα. λεπτὴ πνοή. παρὰ τὸ ἀὴρ, αρα καὶ πλεονασμῷ τοῦ υ αυρα· παρώνυμον κατὰ ἀντιστροφὴν ἀπὸ ἀρσενικοῦ εἰς θηλυκόν· ὡς ξυστὴρ ξύστρα, γαστὴρ γάστρα. δύναται καὶ ἀὴρ, ἀέρος, ἀέρα, αυρα κατὰ κρᾶσιν. Αὐρόσχη. ἡ αμπελος. Αὐτάγητοι. αἱ ἑαυτὰς ἀγάμεναι. Αὐτάγγελοσ. ἡ ἀφ' ἑαυτῆς ἀπαγγέλλουσα. αὐτάγγελος γὰρ ἡ δρῦς, αὐτή σοι φράσει. Αὐτοδίκη. οταν αὐτὸς δι' ἑαυτοῦ τὶς δικάζεται. Αὐτονομουμένη πόλισ. ἡ τοῖς αὐτοῖς νόμοις χρωμένη καὶ οὐχ ὑπακούουσα ἑτέροις. Αὐτοκάβδαλοσ ναῦς, η αὐτοκάβδαλον σκάφος. αὐτοσχέδιον. κυρίως δὲ ἡ λέξις ἐπὶ τῶν ἀλφίτων ειρηται· τὸ γὰρ, ὡς ετυχε, φυραθὲν αλευρον αὐτοκάβδαλον λέγεται. alpha.345 Αὐτοτελὴς δίκη. ἀφ' ης οὐκ εστιν ἐκκαλέσασθαι ἐφ' ἑτέραν. ̓Αϋτή. ἡ βοή. ̓Αϋτμή. ἡ ἀναπνοή. Αὐλαῖαι. αἱ δέῤῥεις τῆς σκηνῆς. τοῦ θεολόγου· τῶν αὐλαιῶν μὴ φείσῃ.