82
ἀλαζόνα, ὃς εἱστήκει ἑαυτὸν δικαιῶν, καὶ τὸν τελώνην ἐξευτελίζων· ἀλλὰ σεαυτὸν ἀνακρίνων μὴ διαλίπῃς, μή τι κατὰ τὰς ἐνθυμήσεις ἥμαρτες, μή τι ἡ γλῶσσα παρώλισθε, τῆς διανοίας προεκδραμοῦσα, μὴ ἐν τοῖς ἔργοις τῶν χειρῶν πέπρακταί τι τῶν ἀβουλήτων. Πρόσεχε οὖν σεαυτῷ, μήποτε ἐάσῃς ἐξανδραποδισθέντα τὸν νοῦν δοῦλον γενέσθαι τῶν παθημάτων. Τῷ ὄντι ἔοικε πάντων εἶναι χαλεπώτατον, ἑαυτὸν ἐπιγνῶναι. Οὐ γὰρ μόνον ὀφθαλμὸς τὰ ἔξω βλέπων, ἐφ' ἑαυτοῦ οὐ χρήσεται τῷ ὁρᾷν, ἀλλὰ καὶ αὐτὸς ἡμῶν ὁ νοῦς ὀξέως τὸ ἀλλότριον ἁμάρτημα καταβλέπων, βραδύς ἐστι πρὸς τὴν τῶν οἰκείων ἐλαττωμάτων ἐπίγνωσιν. Μὴ κρίνε τοὺς κριτὰς, ὁ χρῄζων τῆς ἰατρείας· μηδὲ φιλοκρίνει μοι τὰς ἀξίας τῶν σε καθαιρόντων. Ἄλλος μὲν ἄλλου κρείττων, ἢ ταπεινότερος· σοῦ δὲ πᾶς ὑψηλότερος. Ποῦ ποτε ἡμῖν οἱ τῶν μὲν ἰδίων πρᾶοι κριταὶ, τῶν δὲ ἀλλοτρίων ἀκριβεῖς ἐξετασταὶ, ἵνα κἀνταῦθα ψεύδωνται τὴν ἀλήθειαν; ποῦ ποτε ἡμῖν, οἱ τὰ τραύματα ἔχοντες, καὶ τοὺς μώλωπας ὀνειδίζοντες; οἱ τὰ προσκόμματα διασύροντες, οἱ τῷ βορβόρῳ κυλινδούμενοι, καὶ τοῖς σπίλοις ἡμῶν ἐπευφραινόμενοι; οἱ ταῖς δοκοῖς τυφλώττοντες, καὶ τὰ κάρφη προφέροντες, ἃ μήτε λυπεῖ λίαν ἐγκείμενα, μήτε χαλεπὸν ἀποσκευασθῆναι καὶ ἀποφυσηθῆναι τῆς ὄψεως; Μὴ ἄλλους ἰατρεύειν ἐπιχειρήσωμεν, αὐτοὶ βρύοντες ἕλκεσιν. Ἐρεύνα σαυτὸν πλέον, ἢ τὰ τῶν πέλας· Τὸ μὲν γὰρ αὐτὸς κερδανεῖς, τὸ δ' οἱ πέλας. Κρείσσων λογισμὸς πράξεων, ἢ χρημάτων. Τὰ μὲν γάρ ἐστι τῆς φθορᾶς, τὸ δ' ἵσταται. ∆όξαν δίωκε, μήτε πᾶσαν, μήτ' ἄγαν. Κρεῖσσον γὰρ εἶναι, τοῦ δοκεῖν. Εἰ δ' ἄμετρος εἶ, Μὴ τὴν κενὴν θήρευε, μηδὲ τὴν νέαν. Τί γὰρ πίθηκι κέρδος ἂν δοκῇ λέων; Τηροῦμεν τὰς ἀλλήλων ἁμαρτίας, οὐχ ἵνα θρηνήσωμεν, ἀλλ' ἵνα ὀνειδίσωμεν· οὐδὲ ἵνα θεραπεύ 95.1305 σωμεν, ἀλλ' ἵνα προσπλήξωμεν, καὶ ἀπολογίαν ἔχωμεν τῶν ἡμετέρων κακῶν τὰ τῶν πλησίων τραύματα. Κακοὺς δὲ καὶ ἀγαθοὺς, οὐχ ὁ τρόπος, ἀλλ' ἡ διάστασις καὶ ἡ φιλία χαρακτηρίζει· καὶ ἃ σήμερον ἐπαινοῦμεν, αὔριον ἐκακίσαμεν. Ἐνέγκωμεν θυμὸν ὡς θηρίον, καὶ γλῶσσαν ὡς τομὸν ξίφος, καὶ ἡδονὴν ὡς πῦρ κατασβέσωμεν· θώμεθα ταῖς ἀκοαῖς θύρας καλῶς ἀνοιγομένας, καὶ κλειομένας, καὶ τὸν ὀφθαλμὸν σωφρονίσωμεν, καὶ γεῦσιν σπαράττουσαν, μὴ θάνατος ἀναβῇ διὰ τῶν θυρίδων ἡμῶν, καὶ γέλωτος ἀμετρίας καταγελάσωμεν. Ὁ ἄρα γινώσκων ἑαυτὸν, τόπος ἐστὶ καὶ θρόνος τοῦ Κυρίου. Βούλει γνῶναι Θεόν; προλαβὼν γνῶθι σεαυτόν. Βίον ἀλλότριον περιεργάζεσθαι, ἀνελευθερίας ἐσχάτης. Οὐδαμόθεν γὰρ ἠμέληται τὰ ἡμέτερα, ἢ ἐκ τοῦ τὰ ἀλλότρια πολυπραγμονεῖν καὶ περιεργάζεσθαι. Οὐ γὰρ ἔστιν ἄνθρωπον τοὺς ἀλλοτρίους πολυπραγμονοῦντα βίους, τῆς οἰκείας ἐπιμεληθῆναί ποτε ζωῆς. Τῆς γὰρ σπουδῆς αὐτῷ πάσης εἰς τὴν τῶν ἑτέρων πολυπραγμοσύνην ἀναλισκομένης, ἀνάγκη τὰ αὐτοῦ ἁπλῶς κεῖσθαι καὶ ἠμελημένως. Καὶ ἄλλως δὲ πέφυκεν ἄνθρωπος, τὰ μὲν κατορθώματα τοῦ πλησίον, καὶ πολλὰ ὄντα, καὶ μεγάλα παρορᾷν· εἰ δὲ ἐλάττωμά που φανῇ, κἂν τὸ τυχὸν ᾖ, κἂν διὰ πολλοὺς συμβεβηκὸς, καὶ ἐπαισθάνεται ταχέως, καὶ ἐπιλαμβάνεται προχείρως, καὶ μέμνηται διὰ παντός. Καὶ τὸ μικρὸν τοῦτο καὶ εὐτελὲς, τῶν πολλῶν καὶ μεγάλων πολλάκις ἠλάττωσε δόξαν.
ΤΙΤΛ. Γʹ. -Περὶ γογγυσμῶν.
Ἦν ὁ λαὸς γογγύζων· καὶ ἐθυμώθη Κύριος, καὶ ἐξεκαύθη πῦρ, καὶ κατέφαγε μέρος τῆς παρεμβολῆς. Φυλάξασθε γογγυσμὸν ἀνωφελῆ, καὶ ἀπὸ καταλαλιᾶς φείσασθε γλώσσης, ὅτι πνεῦμα λαθραῖον κενὸν οὐ πορεύσεται. Ἀνὴρ ἐπιστήμων οὐ γογγύζει. Μὴ γογγύζετε, καθώς τινες ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. Πάντα ποιεῖτε ἄνευ γογγυσμῶν, ἵνα γένησθε ἄμεμπτοι. Ἀπρόσδεκτος ἡ ἀπὸ τῶν γογγυστῶν ἐργασία, ὡς θυσία ἐπίμωμος. -Χρὴ οὖν τὸ τοῦ ὀκνηροῦ καὶ ἀντιλογικοῦ ἔργον ἀλλοτριῶσαι τῆς ἀδελφότητος.