Ἄδαναν καὶ τὰς περιοίκους πάσας, αἳ λόγῳ συντετμημένῳ ῥηθῆναι οὐ δύνανται. ἐκεῖνα δέ μοι ἐρρήθη ὡς τοῖς πολλοῖς συγγραφεῦσιν ἀδιεξόδευτα. Ἀλλ' οὗτος μὲν πάρεργον γενόμενος γυναικὸς καὶ τοῦ ἰδίου ἀνεψιοῦ Ἰωάννου τοῦ Τζιμισχῆ, οἷα τὰ τοῦ θεοῦ κρίματα, πολλὴν τοῖς ἀνθρώποις ἀφῆκεν ἀνίαν καὶ τῇ Ῥωμαίων ἐπικρατείᾳ στυγνότητα· οἱ δὲ τοῦ γένους αὐτοῦ ἐδιώχθησαν μὲν ὑπὸ τῶν μετέπειτα βασιλέων διὰ τὸ βάρος τῆς τύχης καὶ τὸ τῆς ἀνδρίας ἀξίωμα περιώνυμον, ἔμεινε δὲ τῇ μετέπειτα γενεᾷ ὥσπερ τις σπινθὴρ ὑπαυγάζων τὸ γένος τῶν Βοτανειατῶν, ἐν τῷ στρατῷ διαλάμπων τοῦ κυρίου Βασιλείου τοῦ πορφυρογεννήτου, ὃς τεσσαρακοστὸν ἔτος τοῖς Βουλγάροις ἀντιτασσόμενος, καὶ μυρίοις πόνοις καὶ ὅπλοις ἀντιπαρατατ 230 τόμενος, ἕνα μόνον εἶχε βοηθὸν καὶ συλλήπτορα, βουληφόρον ἅμα καὶ στρατηγὸν καὶ ἱππότην καὶ δεξιὸν ἀρχιστράτηγον, τὸν Βοτανειάτην Νικηφόρον, ὃς πάππος ἦν τῷ προλελεγμένῳ βασιλεῖ. τέλος δὲ τοῦ πολέμου, μετὰ τὸ καταπολεμηθῆναι καὶ ἡττηθῆναι τὸ τῶν Βουλγάρων ἔθνος ὑπὸ τῆς αὐτοῦ δεξιᾶς (ἦν γὰρ τηνικαῦτα τῷ περιβλέπτῳ τῶν βεστῶν ἀξιώματι τετιμημένος, ἐλαμπρύνετο δὲ καὶ τῇ τοῦ δουκὸς περιφανεστάτῃ ἀρχῇ), τὸν εὐγενῆ καὶ ἀληθέσι στρατιώταις ἐράσμιον θνήσκει μαχόμενος θάνατον. τρεψάμενος γὰρ τοὺς Βουλγάρους, καὶ διώκων ἐν τῇ κλεισούρᾳ τῇ λεγομένῃ τοῦ Κλειδίου, οὐκ ἀνίει σφάττων καὶ κατατιτρώσκων αὐτούς, ἕως εἰς ἀκρωρείας ἀνελθών, ἔνθα καὶ ἑτέρους ἑώρα Βουλγάρους καταφυγόντας, ἐσφάλη τῆς ἱππασίας, τοῦ ἵππου κατολισθήσαντος ἐν πλαξὶ λιθίναις καὶ σὺν αὐτῷ κατακρημνισθέντος, ὥστε καταπλαγέντας τοὺς ἐναντίους τὴν ἀνυπέρβλητον ὁρμὴν τοῦ ἀνδρὸς μηκέτι τοῖς Ῥωμαίοις τολμῆσαι εἰς χεῖρας ἐλθεῖν, ἀλλὰ τὸν μὲν ἄρχοντα τούτων, Σαμουὴλ κατονομαζόμενον, σύντρομον φυγεῖν καὶ ἀποθανεῖν ἐν τῷ λιμνίᾳ νήσῳ τῆς Πρέσπας, τοὺς δὲ λοιποὺς ἅπαντας ὑποσπόνδους ἑαυτοὺς ἐγχειρίσαι τῷ βασιλεῖ καὶ γενέσθαι δούλους δι' ἀρετὴν ἑνὸς ἀνδρὸς καὶ γενναιότητος μέγεθος. Ἐπεὶ καὶ ὁ τούτου υἱὸς Μιχαήλ, πατὴρ τοῦ βασιλέως, μέγα τι καὶ ὑπεράνθρωπον ἐνεδείξατο καρτερίας καὶ ἀνδρα 231 γαθίας κατὰ τῶν ἀντιπάλων προτέρημα. πλήθους γὰρ ἀμυθήτου Βουλγάρων ἐπιστρατεύσαντος τῇ Θεσσαλονικέων μητροπόλει, οὐ κατεπλάγη πρὸς τὰς τοσαύτας δυνάμεις αὐτῶν, καὶ τῶν τειχῶν ἐντὸς ἑαυτὸν περιέστειλεν, ἀλλ' οἷά φασιν εἰπεῖν αὐτὸν τὸν Ἀλέξανδρον, ὡς εἷς μάγειρος πολλῶν προβάτων ἀγέλας οὐ δέδοικε, ταῦτα διανοησάμενος καὶ εἰπὼν ἐξῆλθε μετ' ὀλίγων τῶν παρατυχόντων αὐτῷ συστρατεύεσθαι. ἔχων γὰρ τὴν τοιαύτην ἡγεμονίαν πατρῴαν, καὶ τῷ ζήλῳ μονονουχὶ ἐκπυρακτωθείς, καὶ ἅμα μένους καὶ φρονήματος εὐγενοῦς ἀκαταμαχήτου πνέων, καὶ τοσοῦτον νικῶν τῷ τῆς ἰσχύος διάρματι ὅσον οἱ ἀντικείμενοι τῷ πλήθει καὶ ταῖς πανοπλίαις ἐδόκουν ἁβρύνεσθαι, πρὸς μάχην ἐκ τοῦ εὐθέος αὐτοῖς ἀντιπαρετάξατο, καὶ μετὰ πολλῆς τῆς ῥύμης καὶ τοῦ ἀκρατοῦς ῥυτῆρος εἰς μέσους τοὺς πολεμίους γενόμενος ἅπαν τὸ πεδίον ἐκεῖνο σωμάτων νεκρῶν κατεσφαγμένων ἐπλήρωσε, μηδενὸς δυνηθέντος ἀθάνατον πληγὴν ἐκ τῆς τούτου χειρὸς ἀπενέγκασθαι. ἐπήρχοντο μὲν γὰρ αὐτῷ κατὰ φάλαγγας οἱ πολέμιοι πανταχόθεν, τῷ σώματι τούτου τὰς ἀκμὰς τῶν ξιφῶν ἐπερείδοντες, οὐδαμῶς δὲ τῆς ἱππικῆς ἕδρας αὐτὸν ἀποκρούσασθαι ἴσχυον· ἀλλὰ φασγάνῳ τὰ δόρατα τούτων ἀποτέμνων καὶ τὰς σαρίσσας, οὕτω τοὺς πολεμήτορας ὑπὸ γῆν κατηκόντιζεν, οὗ μὲν κεφαλὴν ἐν μιᾷ πληγῇ σὺν τῇ χειρὶ διατέμνων, ἄλλον δὲ δεικνύων ἡμίτομον, τὸν δὲ καὶ καρατομῶν, καὶ μυρίοις εἴδεσι πληγῶν καταστρέφων καὶ καταπλήτ 232 των αὐτούς. οἱ δὲ Βούλγαροι, πλῆθος ὄντες ἀνεξερεύνητον καὶ ἀριθμῷ καθυποβληθῆναι μηδ' ὅλως δυνάμενον, περισχόντες αὐτὸν εἰς μέσον ὥσπερ ὑδάτων πολλῶν ἀχανὲς πέλαγος, οὕτως αὐτὸν ἀποπνῖξαι καὶ εἰς ἀδιεξόδευτον βυθὸν καταποντίσαι διηγωνίζοντο, οἷα πέρ τισι κύμασι