οἰκονομεῖν μὲν γὰρ τὰ τῇδε λαχόντες παρὰ θεοῦ, ὁμοῦ τε τὰ τῇδε ἐπιτροπεύουσι καὶ τῶν θείων οὐ διακέκρινται. Φιλοσόφως τοιγαροῦν τῷ ποιητῇ τοῦτο νενόηται· ὅθεν εἰσάγει τοὺς εὐωχουμένους θεῷ, ὁμοῦ τε τοῦ νέκταρος ἀπολαύοντας καὶ τὴν Τροίαν προνοητικῶς περιέποντας· ἡ γὰρ πόλις αὕτη ἀντὶ τῆς ἐπὶ γῆς συμπάσης πολιτείας τῷ ποιητῇ εἴληπται· Τροία γὰρ ἀτεχνῶς ἡ κοσμικὴ αὕτη κατάστασις πέφυκε, τοῦ μὲν νοητοῦ κάλλους καταφρονήσασα, τὸ δ' αἰσθητὸν καὶ περιλεσχήνευτον τῆς Ἑλένης ἁρπάσασα, ὅπερ ἐστὶ τὸ γοητεῦον καὶ ἐπιποίητον, εἶτα ὑπὲρ τούτου ἀραμένη πόλεμον, ἐφ' ᾧ περιῃρέθη μὲν τὸ τεῖχος, καθῃρέθη δὲ τὸ ἀξίωμα, αἰχμάλωτός τε καὶ δορυάλωτος γέγονε, τοῦ Ἕκτορος προαναιρεθέντος αὐτῆς, ἤτοι τοῦ ἐχέτορος νοῦ, ᾧ δὴ συναπῆλθεν ἀπολλυμένῳ καὶ παντελῶς κατηδάφισται. εἷλε δὲ αὐτὴν οὐδὲν οὕτως ἄλλο ὡς ὁ δούρειος ἵππος, τὸ θυμικὸν καὶ χρεμετιστικὸν μέρος καὶ ὄντως ἄλογον, ὃν νυκτὸς εἰσάγουσιν οἱ καθήμενοι τῇ ἡμετέρᾳ πόλει καὶ πανευδαίμονι, ὁπότε τῇ τῶν παθῶν ἀχλύι συγκαλυπτόμεθα· τότε γὰρ οἱ πολέμιοι ἡμῖν δαίμονες ἐπιχειροῦσι ταῖς καθ' ἡμῶν μηχαναῖς. Οὗτος ὁ μῦθος, αὕτη τοῦ ψεύδους πρὸς τὴν ἀλήθειαν μεταποίησις, ἣν ὑμεῖς πρὸς τὰς καθ' ἕκαστον ἀλληγορίας προχειριζόμενοι, ῥᾷστον ἂν οὐ τῷ ποτίμῳ μόνον λόγῳ τοὺς ἁλμυροὺς ἀποκλύσαιτε, ἀλλὰ καὶ τοὺς ἁλμυροὺς ποτίμους ποιήσαιτε. 43 Τοῦ αὐτοῦ ἀλληγορία εἰς τὸν Τάνταλον Πάλιν ἡμᾶς ἐπὶ τὰς ποιητικὰς θύρας ἀνθέλκετε, ἀφ' ὧν μόλις ἐπὶ τὴν φιλόσοφον αὔλειον ἀνειλκύσμεθα. ἐγὼ δὲ κἂν ἀπώκνησα πρὸς τὴν τοιαύτην παλινῳδίαν, εἰ μὴ τὸ προβεβλημένον παρ' ὑμῶν κρείττονος ἐδεῖτο τῆς ἐπισκέψεως· ἐπὶ γυμνὸν μὲν γὰρ τὸν μῦθον οὐκ ἄν ποτε αὐτὸς ἀφίξομαι ἑκών. εἰ δέ τις αὐτῷ κρείττων τοῦ φαινομένου ὑποκάθηται ἔννοια, δεῆσάν ποτε κατιέναι ἀπὸ τοῦ τῆς φιλοσοφίας ὕψους, ἐφήσω τῇ γλώττῃ ὥσπερ ῥεύματι πρὸς τὸ κάταντες φερομένῳ. δεῖ γὰρ τὸν φιλόσοφον μὴ ἀεί ποτε ἀτρύτως ἔχειν πρὸς τὰς τῶν ὄντων ἐποψίας, ἀλλὰ καὶ φιλόμυθον εἶναί ποτε καὶ σπουδάζειν περὶ τὰ παίγνια· παιδιὰ δὲ τῷ φιλοσόφῳ μῦθος καὶ λέξις ἐπιτερπὴς καὶ ἱστορία ἢ διαχέουσα τὴν ψυχὴν ἢ συστέλλουσα. Παίξωμεν οὖν καὶ ἡμεῖς, εἰ δοκεῖ, περὶ τὸν ἐκ ∆ιὸς φύντα Τάνταλον καὶ θεασώμεθα τοῦτον τῷ λόγῳ, ὅπως ποτὲ τῷ ἀέρι τὸν πάντα χρόνον περιποτώμενος δειμαίνει μὲν τὸν ὑπερτέλλοντα πέτρον, ὅστις ἀδαμαντίνοις ὥσπερ καλωδίοις ἀπῃωρημένος καὶ μικρόν τι τῆς ἐκείνου ὑπερανέχων κορυφῆς, φοβεῖ μὲν τῷ μέλλειν κατιέναι, οὐ κάτεισι δέ· ὁ δὲ τῷ φόβῳ κυμαίνεται καὶ ταύτην δίδωσι δίκην τῆς ἀκολάστου γλώττης καὶ ξύγκλυδος. Πρὶν ἢ δὲ τὰ περὶ τοῦ παιδὸς ἐξετάσαι, τὸν τούτου πατέρα κατανοήσωμεν, ὅστις ἐστὶν ὁ Ζεύς. ἐμοὶ δὲ τοῦτο δοκεῖ σπουδῆς ἄξιον, πῶς ἀμφίβολον αὐτῷ τὴν γονὴν ὁ τοῦ δράματος ὑποκριτὴς προσμαρτύρεται· «∆ιὸς» γάρ φησι «πεφυκώς, ὡς λέγουσι, Τάνταλος». ἀλλ' ἐπειδὴ πλάτος ὑπανοιγόμενον τῶν θεωρημάτων ὁρῶ, δοκεῖ μοι ὥσπερ τελετῇ τινι τῷ λόγῳ προσέρχεσθαι· αἱ γὰρ τελεταὶ σωματικὰ τούτων τὰ παραπετάσματα, ἢν δὲ εἴσω τῶν ἀδύτων χωρήση τις, φῶς ἐκεῖ καθαρὸν καὶ ἀπογύμνωσις τῶν αἰσθητῶν. τὸν ∆ία τοίνυν οἱ Ἕλληνες ἄλλος ἄλλαις ἐννοίαις κατεμερίσαντο· οἱ μὲν γὰρ τὸν τοῦ παντὸς τοῦτον ὑπονοοῦσι δημιουργόν, ὃν δὴ διὰ τοῦτο καὶ Ζῆνα καὶ ∆ία προσηγορεύκασιν, ἐκεῖνο μὲν ὡς ζωῆς τοῖς οὖσι χορηγόν, τοῦτο δὲ ὡς αἰτίαν τινὰ διὰ πάντων τῶν ὄντων φοιτήσασαν, ὃν δὴ καὶ τρίτον ποιοῦσιν ἀπὸ τοῦ ἑνός. ἓν γάρ φασι τὸ ἐκ τῶν πάντων καὶ πρὸ τῶν πάντων, μεθ' ὃ ἰδέας καὶ ἐφεξῆς τὸν δημιουργόν· τοῦτον γὰρ ἀμέσως προσάγουσι τοῖς ποιήμασιν. οἱ δέ τινες ταύτην μὲν τὴν αἰτίαν ἀπέγνωσαν, φαινομένῃ δέ τινι φύσει τὴν προσηγορίαν ταύτην ἐπιφημίζουσιν, ἥτις δὴ ὁ δεύτερος πλάνης ἐστί, Ζεὺς τοῖς ἀστρολόγοις ὀνομαζόμενος, ὅτι τοῦ ὑπερκειμένου τοῦτον φθαρτικοῦ τυγχάνοντος ταῖς γενέσεσιν, οὗτος οἷς ἂν ἁλῷ σχηματιζόμενος ἢ ὑφαιρεῖταί τι τῶν κακιόνων ἢ