ἀνθρωποκτόνος. ἆρ' οὖν ὑπεῖξας ὡς βραδύγλωσσος φύσει ἢ προδραμὼν ἥρπασας οὐ λειτουργίαν, ξένην δὲ παντάπασιν ἀρρητουργίαν; ἐχέγγυον δ' εἴληφας ἢ παρρησίας ἢ τῶν ἐλέγχων ἢ σοφῆς στρατηγίας; τὴν ῥάβδον <ἔσχες> εἰς ὄφιν τεταμένην, ὕδωρ καθῃμάτωσας, ἤγειρας σκνίπας, τὴν ἡμέραν ἤμειψας εἰς βαθὺν ζόφον; τίς οὖν σε καὶ δέξαιτο καινὸν Μωσέα, ὃς τῶν Μιθαίκων καὶ Σαράμβων τυγχάνεις, δικῶν ταράκτης, συκοφαντῶν προστάτης, συνηγορῶν ἔμμισθα πολλοῦ χρυσίου; Ἔστω δέ, καὶ πέφυκας ἠκριβωμένος τὴν πρακτικὴν ἅπασαν ἢ θεωρίαν, τὸν βαθμὸν ἔγνως τῶν ἀύλων κλιμάκων, ἀνῆλθες ἄχρι τῆς ὑπερτάτης πύλης, τῶν σωμάτων ἔγνωκας αὐτοὺς τοὺς λόγους ἀσωμάτων τε τὰς ὑπερτέρους φύσεις, τό γ' ἕν τε κεκράτηκας ἐν τῇ τριάδι, ἔγνως τὸν ὄντα, τὴν ὑπὲρ νοῦν οὐσίαν. ἀλλ' οὐκ ἐδέξω δημαγωγίαν, πάτερ, οὐδ' εἰς ἔλεγχον δυσσεβούντων ἐστάλης. Σπάρταν λέλογχας, τήνδε καὶ κόσμει μόνην· οὔπω γὰρ εἶ ποὺς οὐδὲ δακτύλου μέρος. μὴ τὴν κεφαλὴν ἡ βάσις ζυγοστάτει· ἕστηκα καὶ πέπτωκα τὠμῷ κυρίῳ, σαυτὸν παρεξέταζε, σαυτὸν ἀκρίβου. ἀγυρτικὴν ἔζησας ἰδέαν βίου, οἰκοτριβῶν, ἄνθρωπος ἠμελημένος, φθορεὺς λογισμῶν ἁπλότητι συγκράτων. ὁ χθὲς κάπηλος σήμερον θεηγόρος; ὁ πρὸ τρίτης βοῦς ἄγγελος νῦν ἀθρόον; ὁ σήμερον πρόχειρος εἰς ἁμαρτίαν πῶς σήμερον πρόχειρος εἰς σωτηρίαν; ὁ νῦν ἀσελγὴς πῶς ἀσελγείας κρίνεις; ἰατρέ, φαρμάκευε τὸν σαυτοῦ βίον· ὕπουλα τἄνδον, ψωριᾷ τὸ σαρκίον, τὸ τραῦμα δῆλον, τηλεφανὴς ἡ λέπρα· κενώσεως δεῖ καὶ συχνῶν καθαρσίων, δεσμῶν βιαίων, τριμμάτων, ἀλειμμάτων. μελαγχολᾷς, ἄνθρωπε, δεινῶς τὰς φρένας. τί συκοφαντεῖς τοὺς ἀνεγκλήτους μάτην λόγους τε πλάττεις καὶ διαπλέκεις δόλους; ἑλλεβόριζε τὴν σεαυτοῦ κακίαν, εἴ πως κενώσεις τοῦ χυμοῦ τὴν οὐσίαν· φρενιτιᾷς γὰρ καὶ νοσεῖς παρρησίαν, εἰπεῖν δὲ μᾶλλον ἀκριβῆ λοιδορίαν. τί μου τὸ κάρφος πρὸς δοκὸν σῶν ὀμμάτων; πρόσχημά σοι πέφυκεν ἡ παρρησία, πρόσχημα καὶ κάλυμμα τῶν πεπραγμένων καὶ κρυπτὸν ἐμπόρευμα καὶ στρατηγία. ἀλλ' οὖν ἐγνώσθης, ἀκριβῶς ἐφωράθης. πόρρω κάταιθε σάρκας, ἐμπλήσθητί μου πίνων κελαινὸν αἷμα τοὐμοῦ σαρκίου. πάντων καθάπτου, τῶν μακράν, τῶν πλησίον, πτωχῶν πενήτων, πλουσίων εὐδαιμόνων, κριτῶν, στρατηγῶν, ἱεραρχῶν κυρίου, σεπτῶν ἀνάκτων, εὐσεβῶν θυηπόλων, ψυχῶν διαυγῶν, ἀγγέλων, ἀρχαγγέλων. καὶ τοῦ λόγου κάτειπε· καὶ τί σοι λόγος; ἤνεγκα καὶ δάκνοντα πολλάκις κύνα, ἐκαρτέρησα καὶ κτύπους θαλαττίους. λήρει, φλυάρει, παίγνιον τῶν παιγνίων, Μορμώ, Μιμὼ Βριμώ τε καὶ Γιλλὼ πλέον, θεοστυγὲς μίασμα, παμμιγὲς τέρας, σταυρῷ σε πλήττω καὶ καταπλήττω πλέον, πόρρωθεν εἴργω τῆς πρὸς ἡμᾶς εἰσόδου. ἔρρ' εἰς κόρακας, εἰς ἀνηλίους ζόφους, ἀποφθάρητι, στῆθι πόρρω μοι τάχος. φεῦγ' ἐξ ἐμῆς, πάντολμε, μακρὰν καρδίας· ἐπιζυγῶ σοι τὰς ἀκηράτους πύλας. ἀρχιερεὺς ἔσωθεν, εἰκὼν τοῦ λόγου, ὃν δαιμονῶν πέφρικας ὑβρίζων μάτην, σεπτή τε τάξις ἱεραρχῶν κυρίου, ἑξαπτερύγων εἰκονιζόντων τύπους. ἐπυρπολήθης, εἰ προσέλθῃς πλησίον· κατηνθρακώθης, εἰ προσεγγίσῃς ὅλως. μὴ τρῖβε τὸν τρίβωνα καὶ μίαινέ μοι· ῥῖψον, κύον, τάχιστα τὴν ἐπωμίδα. τί κοινόν, εἰπέ, τῷ λύκῳ καὶ κωδίῳ; ἐκτὸς τὸ χρῶμα, ζωγραφούντων ἡ πλάσις. πρόσχημά σοι πένητες, οὓς κατεσθίεις· θὴρ ἔνδοθεν, θὴρ ἀκριβῶς ἐφωράθης. Ἀλλ' ἡ γραφή, φεῦ, τῶν ἰάμβων πρὸς τίνα; ὕβρις δὲ ποία σῇ κατάλληλος φύσει καὶ σκῶμμα ποῖον σῷ κατάλληλον βίῳ; γλώσσης ἐμῆς μίασμα· πλὴν τί καὶ δράσω; καὶ συμφορὰν τίθημι τὴν κωμῳδίαν, εἰ τὸν σὸν αὐτὸς ἐξετάζω νῦν βίον; ὃς ἐν λόγοις γοῦν φείδομαι καὶ δαιμόνων, τὸν Σαββαΐτην οἷα χείρω δαιμόνων τοῖς ἐμμέτροις τέθεικα παίγνιον λόγοις, τὸν ταρσὸν αὐτῷ τοῦ ποδὸς παραξέσας. καί που σὺ καυχήσαιο σαυτὸν σεμνύνων, ὡς τοῖς ἰάμβοις τοῖς ἐμοῖς τεθεὶς γέλως· καὶ Θερσίτης γάρ, εἴπερ ἔζη τῷ βίῳ, οὐκ ἂν ἀπηξίωσε τὴν Καλλιόπην σκώπτουσαν αὐτὸν ἐμμελῶς τοῖς