82
ΕΡΜΗΝ. ΤΟΥ ΛΖʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς τῷ ∆αβὶδ, εἰς ἀνάμνησιν περὶ τοῦ Σαββάτου." Τὴν σπουδαίαν
μετάνοιαν τοῦ θειοτάτου ∆αβὶδ τὸ τῆς ἐξομολογήσεως κηρύττει διάφορον. Ἐν πολλοῖς γὰρ ψαλμοῖς μέμνηται τῆς ἁμαρτίας, τὸ ἕλκος οὐκ ἀνεχόμενος, ἀλλὰ καὶ τὴν νόσον, καὶ τὴν θεραπείαν εἰς μέσον προτίθησι, διδασκαλίας ὑπόθεσιν τοῖς ἀνθρώποις προσφέρων. Κἀν τούτῳ τοιγαροῦν τῷ ψαλμῷ, καὶ τῆς ἁμαρτίας μέμνηται, καὶ τῆς διὰ τὴν θεραπείαν τῆς ἁμαρτίας ἐπενεχθείσης παιδείας. Ἐπηνέχθη δὲ αὐτῷ πολλὰ καὶ διάφορα δυσχερῆ· τοῦ Ἀμνὼν ἡ σφαγὴ, ἡ τοῦ Ἀβεσσαλὼμ τυραννὶς, Ἀχιτόφελ ὁ σύμβουλος κατ' αὐτοῦ βουλευόμενος, Σεμεεὶ λοιδορούμενος, καὶ τὰ ἄλλα, ὅσα ἡ ἱστορία διδάσκει. βʹ. "Κύριε, μὴ τῷ θυμῷ σου ἐξελέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με." Τοῦτο καὶ τοῦ ἕκτου ψαλμοῦ προοίμιον ἐποιήσατο, παρακαλῶν ἰατρι κῶς μὴ δικαστικῶς παιδευθῆναι, μὴ δριμυτέροις, ἀλλ' ἠπίοις φαρμάκοις ἰατρευθῆναι. γʹ. "Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου." Τοῦτο, φησὶν, οὐ μάτην ἀντιβολῶ, ἀλλ' ὁρῶν ἐπιφερομένας μοι νιφάδας βελῶν, καὶ τὴν χεῖρά σου λίαν ἐπικειμένην, καὶ σφόδρα με μαστιγοῦσαν. Τὸ γὰρ," Ἐπ εστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου," ἐκ μεταφορᾶς τέθεικε τῶν αἰκιζομένων, καὶ πολλὰς ἐπιφερόντων πληγάς. δʹ. "Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσ ώπου τῆς ὀργῆς σου· οὐκ ἔστιν εἰρήνη ἐν τοῖς 80.1140 ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου." Νυττόμενος, φησὶ, τῇ τιμωρίᾳ τῆς ἁμαρτίας ἀνα μιμνήσκομαι· ἡ δὲ αὐτῆς μνήμη θρήνους μοι καὶ ὀδυρμοὺς ἐργάζεται· ἐκ δὲ τούτων κακουχία μοι καὶ ταλαιπωρία προσγίνεται. εʹ-ζʹ. "Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφα λήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου, καὶ ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἐταλαιπώρησα, καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην." Κατέκαμψέ με, φησὶ, τὸ βαρὺ τῆς ἁμαρτίας φορτίον, ἀνιᾷ δέ με καὶ τῶν σεσηπότων ἐκείνων τραυμάτων ἡ δυσοσμία, ἃ τὴν φρόνησιν ἀποβαλὼν καὶ τῇ ἀφροσύνῃ δουλεύσας εἰσεδεξάμην. Οὗ δὴ χάριν πάσης θυμηδίας ἐστερη μένος, ἀσχάλλω καὶ ἀλύω διηνεκῶς, καὶ τῆς σκυ θρωπότητος μεταβολὴν οὐχ εὑρίσκω. ηʹ. "Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγ μάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου." ∆ιὰ τῶν ψοῶν τὴν ἐπιθυμίαν ᾐνίξατο. Ταύταις γὰρ ἔγκεινται οἱ νεφροὶ, δι' ὧν αἱ ὀρέξεις κινεῖσθαι πεφύκασι. Λέγει τοίνυν, ὅτι τούτων αἴτιόν μοι γεγένηται τῶν κακῶν τὸ μὴ εἰς δέον, ἀλλ' εἰς ἀσω τίαν τῇ ἐπιθυμίᾳ προσχρήσασθαι. θʹ. "Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα· ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου." Ἐξ ἐκείνης, φησὶ, τῆς ἐπιθυμίας ἐτρύγησα τὸ κύ πτειν εἰς γῆν, καὶ διηνεκῶς ὀλοφύρεσθαι διὰ τὰς πικρὰς τῆς καρδίας ὀδύνας. Τούτου χάριν τῆς ἐπι θυμίας μεταβαλὼν τὴν ἐνέργειαν, ὑπουργὸν αὐτὴν κατέστησα τοῦ θείου βουλήματος. Τοῦτο γὰρ ἐπ ήγαγε· ιʹ. "Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου." Ἐπειδὴ γὰρ ἅπαξ ἐχρησάμην αὐτῇ κακῶς, ἀεὶ τοῖς σοῖς αὐτὴν ἐπιτάγμασιν ἀνα θήσω. "Καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. [ιαʹ] Ἡ καρδία μου ἐταράχθη· ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ' ἐμοῦ." Ὁρᾷς μου, φησὶ, ∆έσποτα, τοὺς ὀδυρμοὺς, καὶ τὰ δάκρυα, ὁρᾷς με κλονούμενον, καὶ τῆς ἰσχύος γεγυμνωμένον, καὶ τοῦ φωτὸς τοῦ συνήθους ἐστερημένον, καὶ μεσούσης ἡμέρας ὡς ἐν σκότῳ διάγοντα. ∆ύο δὲ κατὰ ταὐτὸν διὰ τού των σημαίνει, καὶ τὴν τῆς ἀθυμίας ὑπερβολὴν, 80.1141 δι' ἢν οὐδὲ τὸ φῶς εἶναι δοκεῖ φῶς, καὶ τῆς θείας κηδεμονίας τὴν γύμνωσιν· ἣν φῶς ὀφθαλμῶν εἰκό τως ὠνόμασεν. ιβʹ. "Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξεναντίας μου ἤγγισαν καὶ ἔστησαν· καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν." Τοῦτο δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Οἱ φίλοι καὶ οἱ ἑταῖροί μου ἐξεναντίας ἐν τῇ πληγῇ μου ἀντέστησαν. Οἱ μὲν γὰρ, φησὶ, τῶν φίλων, τὴν ἐμὴν θεασάμενοι πληγὴν, τὰ πολεμίων ἔδρασαν, καὶ προφανῶς μοι ἀντέστησαν· οἱ δὲ δείσαντες ἐχωρίσθησαν, τῆς οἰκείας μοι συμμαχίας