82
δούλου ἔλαβεν ἐν τῷ καθ' ἡμᾶς εἴδει ὀφθείς· τοῦτο γάρ ἐστιν, ὅ φησιν ὁ Θεολόγος, καὶ ὁ λόγος σάρξ ἐγένετο, καὶ ὅ φησιν ὁ μέγας ἀπόστολος, θεὸς ἐφανερώθη ἐν σαρκί. καὶ ἔστιν εἷς καὶ ὁ αὐτὸς ἐν δυσὶ φύσεσιν, τέλειος θεὸς καὶ τέλειος ἄνθρωπος, καὶ ἐν ἑκατέρῳ τελείῳ οὐχ ὑφείς τι ἰδίωμα ἀπρόσληπτον, ἔχων δὲ μᾶλλον πάντα τὰ τοῦ πατρὸς θεϊκῶς καὶ πάντα τὰ τῆς μητρὸς ἀνθρωπικῶς, ὡς υἱὸς γνήσιος. ὡς οὖν ἐκ πατρὸς ἀπερίγραπτος, οὕτως ἐκ μητρὸς περιγραπτός, ἤγουν ἐξεικονιζόμενος μητρομοίως. Οἱ οὖν εἰκονομάχοι, περὶ ὧν καὶ τὸ ταῦτα δογματίζειν, μὴ ὁμολογοῦντες αὐτὸν περιγράφεσθαι εὑρίσκονται ἀσφαλῶς μηδὲ ὁμολογεῖν αὐτὸν γνήσιον υἱὸν τῆς μητρός· ποῦ γὰρ τὸ γνήσιον καὶ οὐ πάντῃ μᾶλλον ἀλλότριον, ἂν μὴ κατὰ τὴν γεννήσασαν ἐν πᾶσι τοῖς φυσικοῖς ἰδιώμασιν εἶεν ἂν καὶ τὸ γέννημα; ὡς γὰρ κατὰ τὴν περιγραφὴν οὐδεμίαν κοινωνίαν ἔχει πρὸς τὸν πατέρα, ἀλλὰ πρὸς τὴν μητέρα, οὕτως οὐδὲ κατὰ τὴν ἀγραφίαν τὸ ἔμπαλιν· πρὸς τὸν γεννήσαντα γὰρ ἡ κοινωνία, οὐ πρὸς τὴν τεκοῦσαν. οὕτως τὸ ὀρθὸν δόγμα τῆς ἀληθείας, αὕτη ἡ ἀποστολικὴ πίστις, περιγραπτὸν ὁμολογεῖν τὸν Χριστὸν ἐν σαρκί. καὶ γοῦν ὁ Μέγας Βασίλειος, ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός, καὶ τὴν ἐγγεγραμμένην εἰκόνα τιμᾶν, ὡς ἐν αὐτῇ προσκυνουμένου Χριστοῦ. ἐν γὰρ τῇ εἰκόνι βοᾷ ὁ χρυσοῦς Χρυσόστομος ἰδεῖν ἄγγελον· καὶ εἰ ἀσώματον ἐν εἰκόνι, πόσῳ οὖν μᾶλλον τὸν ἐνσώματον λόγον; καὶ εἰ ὁρᾷ, δῆλον ὅτι καὶ προσκυνεῖ ἐν εἰκόνι τὸν ἄγγελον ὥσπερ καὶ τὸν Χριστόν· τὸ γὰρ ἀξιωθῆναι ἰδεῖν ἐν γραφῇ ἴσον ἐστὶ τῷ προσκυνεῖν. ἐπείπερ καὶ ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, ὡς πάλιν φαίη ὁ θεῖος Βασίλειος. ἀρνηταὶ τοιγαροῦν εἰσι Χριστοῦ οἱ τῆς εἰκόνος αὐτοῦ ὑβρισταί, διὰ τῆς ἐπ' αὐτῇ ἀθετήσεως εἰς αὐτὸν τὴν ἀθέτησιν ἀναφέροντες, κἂν λέγωσιν ὁμολογεῖν Χριστόν· ἐπεὶ καὶ τὰ δαιμόνια ὁμολογοῦσι, φησί, θεόν, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Μέγα οὖν, ἀδελφοί, τὸ ἀσέβημα αὐτῶν καὶ μεγάλη ἡ ὁμολογία ἡμῶν καὶ οὔ τί που ἀποδέουσα τῶν πάλαι μαρτύρων. στῆτε οὖν κραταιοί, μηδόλως ὀκλάζοντες περὶ τῶν ἤδη ἀποδεικτικῶς ἠληθευμένων, ἀλλὰ ταύτῃ τῇ πίστει μέχρις αἵματος, εἰ καλοίη καιρός, ὑποδυόμενοι τοὺς ἀγῶνας. ἐντεῦθεν ἀνατέλλει καὶ ὁ φαεινὸς βίος, ἐξ ἡλίου ἥλιος, ἐπείπερ θάτερον θατέρου μαρτύριον ὁ ἀδελφόθεος ἀποδέδειχεν εἶναι. ἀγαπᾶτε τὸν θεὸν ἐξ ὁλοκλήρου τῶν τριῶν δυνάμεων, καθὼς ἡ ἐντολὴ κελεύει, ἀγαπᾶτε καὶ ἑαυτοὺς ὡς μέλη Χριστοῦ· ἐν τούτῳ γάρ, φησί, γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. διὰ πίστεως ἄγετε τὸν καθηγούμενον ὑμῶν. μηδεὶς ἔστω ἀνεξαγόρευτος αὐτῷ· ὁ γὰρ τοιοῦτος ὀφιοτρόφος. μηδεὶς χλιαρόπιστος· ὁ γὰρ τοιοῦτος ἀμέτοχος τῆς τοῦ Ἁγίου Πνεύματος ζέσεως. μηδεὶς κρυφιοκτήμων· ὁ γὰρ τοιοῦτος ἰουδοκλέπτης. μηδεὶς ἰδιόγνωμος· ὁ γὰρ τοιοῦτος ἐξωμόναχος. μηδεὶς παρρησιοποιός· ὁ γὰρ τοιοῦτος φθορεργάτης. μηδεὶς κλεψιφάγος· ὁ γὰρ τοιοῦτος δουλόμοιος. μηδεὶς ἐν μηδενὶ διδοὺς προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ὡς βοᾷ ὁ ἀπόστολος, ἀλλ' ἐν παντὶ συνιστῶν ἑαυτὸν ὡς θεοῦ διάκονος ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν στενοχωρίαις καὶ τοῖς λοιποῖς, οἷς αὐτὸς ἀπηριθμήσατο, καταρτίζων τὸν ἀληθινὸν χριστιανόν. εἰ δὲ ὁ ὑπήκοος οὕτως, τί καὶ πόσον ἀπαιτοῖτο ὁ καθηγούμενος, τύπος ἀγαθὸς ὧν διδάσκει ὀφείλων προκεῖσθαι; Μέγας ὁ ἀγών, ἀλλὰ καὶ ὁ μισθὸς ἀπειροπλάσιος, βασιλεία οὐρανῶν, ἧς ἀξιωθείημεν καὶ ἄρχοντες καὶ ἀρχόμενοι, θείως βιοτεύοντες ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. 65 {1Κανονικαῖς Πριγκίπου}1 Χθὲς ἰδὼν ὑμᾶς, τὰς ἐν Κυρίῳ ἀδελφάς, ἐπεὶ κατεπεῖγον ἦν διὰ τὴν τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου ἀσθένειαν, ἐκωλύθην ὑμῖν λαλῆσαι ὅσον ἐχρῆν· νυνὶ δὲ διὰ τοῦ γράμματος τὸ ἐλλιπὲς ἀναπληρῶσαι καλῶς ἔχειν ἐνόμισα. εἶδον ὑμῶν τὴν ἀδελφότητα ὅση καὶ ἡλίκη, ὅτι τε καὶ πλήθει ηὐξημένη καὶ