82
ἐκοινώνησεν. Κουάδης δέ, υἱὸς Περόζου, ὁ τῶν Περσῶν βασιλεύς, πολλὰς μυριάδας Μανιχαίων σὺν τῷ ἐπισκόπῳ αὐτῶν Ἰνδαζάρῳ ἀνεῖλεν ἐν μιᾷ ἡμέρᾳ σὺν τοῖς οὖσι συγκλητικοῖς Πέρσαις ἐκ τοῦ αὐτῶν φρονήματος· τὸν γὰρ υἱὸν αὐτοῦ τὸν τρίτον, 1 τὸν λεγόμενον Φθασουαρσάν, ὃν ἐγέννησεν αὐτῷ Σαμβίκη, ἡ θυγάτηρ αὐτοῦ, οἱ Μανιχαῖοι παιδαγωγήσαντες καὶ τοῦ ἰδίου φρονήματος ποιήσαντες ἐπηγγείλαντο αὐτῷ, ὅτι "ὁ σὸς πατὴρ γεγήρακεν, καὶ εἰ συμβῇ αὐτὸν τελευτῆσαι, οἱ ἀρχιμάγοι ἕνα τῶν σῶν ἀδελφῶν ποιοῦσι βασιλέα διὰ τὸ κρατηθῆναι τὸ δόγμα αὐτῶν. ἡμεῖς δὲ δυνάμεθα δι' εὐχῶν ἡμῶν πεῖσαι τὸν σὸν πατέρα ἀποτάξασθαι τὴν βασιλείαν καὶ σὲ προχειρίσασθαι, ἵνα πανταχῆ κρατύνῃς τὸ τῶν Μανιχαίων δόγμα. ὁ δὲ συνετάξατο τοῦτο ποιεῖν, ἐὰν βασιλεύσῃ. γνοὺς δὲ ταῦτα Κουάδης ἐκέλευσε κομβέντον γενέσθαι διὰ τό, φησίν, ποιῆσαι τὸν υἱὸν αὐτοῦ Φθασουαρσὰν βασιλέα, κελεύσας καὶ πάντας τοὺς Μανιχαίους σὺν τῷ ἐπισκόπῳ αὐτῶν καὶ γυναιξὶ καὶ τέκνοις παραγενέσθαι ἐν τῷ κομβέντῳ, ὁμοίως καὶ τὸν ἀρχιμάγον Γλωνάζην καὶ τοὺς μάγους καὶ τὸν τῶν Χριστιανῶν ἐπίσκοπον Βοαζάνην, ἀγαπώμενον παρὰ Κουάδου ὡς ἰατρὸν ἄριστον· καὶ καλέσας τοὺς Μανιχαίους ἔφη· "χαίρω ἐπὶ τῷ ὑμετέρῳ δόγματι καὶ θέλω δοῦναι ἔτι ζῶν τὴν βασιλείαν τῷ υἱῷ μου Φθασουαρσάν, ὡς σύμφρονι ὑμῶν. ἀλλ' ἀφορίσατε ἑαυτοὺς πρὸς τὸ παραλαβεῖν αὐτόν." οἱ δὲ θαρρήσαντες πάντες μετὰ παρρησίας ἠφόρισαν ἑαυτούς. ὁ δὲ Κουάδης ἐπιτρέψας τὰ στρατεύματα αὐτοῦ εἰσελθεῖν, πάντας κατέκοψαν ξίφεσι σὺν τῷ ἐπισκόπῳ αὐτῶν ἐπ' ὄψεσι τοῦ ἀρχιμάγου καὶ τοῦ ἐπισκόπου τῶν Χριστιανῶν. καὶ ἐξέπεμψε σάκρας εἰς πᾶσαν τὴν ὑπ' αὐτὸν γῆν, ὥστε τὸν εὑρισκόμενον Μανιχαῖον ἀναιρεῖσθαι καὶ πυρίκαυστον γίνεσθαι, καὶ τὰς ὑποστάσεις αὐτῶν εἰς τὰ βασιλικὰ ταμιεῖα εἰσκομίζεσθαι, καὶ τὰς βίβλους αὐτῶν κατακαίεσθαι. ὁ δὲ εὐσεβὴς βασιλεὺς Ἰουστῖνος ἐν πάσῃ ἱκανότητι καὶ ἀνδρείᾳ τῆς βασιλείας ἐπιλαβόμενος σάκρας πανταχοῦ ἐν ταῖς πόλεσιν ἐξαπέστειλεν, ὥστε τιμωρηθῆναι πάντας τοὺς ἀταξίας ἢ φόνους ποιοῦντας, καὶ τοὺς ἐν Κωνσταντινουπόλει δήμους εἰρήνευσε καὶ φόβον ἔδειξε πολύν. ἔστεψε δὲ καὶ τὴν ἑαυτοῦ γαμετὴν Θεοδώραν ἀγούσταν ἅμα τῷ βασιλεῦσαι αὐτόν. καὶ προεβάλετο τὸν πατρίκιον Ὑπάτιον στρατηλάτην ἀνατο171 λῆς, τὸν Σεκουνδίνου, φυλάξαι τὰ ἀνατολικὰ μέρη διὰ τοὺς Πέρσας καὶ τὰς τῶν Σαρακηνῶν ἐπιδρομάς. ἐποίησε δὲ καὶ αὐτὸς διωγμὸν μέγαν κατὰ Μανιχαίων καὶ ἐτιμωρήσατο πολλούς. Κόσμου ἔτη ϛιζʹ. Τῆς θείας σαρκώσεως ἔτη φιζʹ. Ῥωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη θʹ. ζʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. λʹ. Ῥώμης ἐπίσκοπος Ἰωάννης ἔτη γʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. εʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ιδʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. εʹ. Ἀντιοχείας ἐπίσκοπος Εὐφράσιος ἔτη εʹ. γʹ. Τούτῳ τῷ ἔτει Ἀνάζαρβος, μητρόπολις τῆς δευτέρας Κιλικίας, ἔπαθεν ὑπὸ σεισμοῦ φοβερωτάτου, ἡγεμονεύοντος αὐτῆς Καλλιοπίου, υἱοῦ Εἰρηναίου, καὶ ἐπτώθη πᾶσα ἡ πόλις. ταύτην δὲ Ἰουστῖνος ἀνήγειρε καὶ Ἰουστινούπολιν ἐκάλεσεν. Τῷ δ' αὐτῷ ἔτει κατεποντίσθη ὑπὸ θεομηνίας ὑδάτων τοῦ ποταμοῦ Ἔδεσα, πόλις μεγάλη καὶ περιβόητος, τῆς Ὀσροηνῆς ἐπαρχίας μητρόπολις. ὁ γὰρ Σκιρτὸς ποταμὸς διὰ μέσου αὐτῆς παρερχόμενος πλοῦτον αὐτῇ πολὺν καὶ τέρψιν παρέχει. τὸ τηνικαῦτα δὲ πλημμυρήσας δίκην θαλάσσης τοὺς οἴκους σὺν τοῖς οἰκοῦσι σύρων ἐπόντιζεν. λόγος δὲ κρατεῖ ἐν αὐτοῖς τοῖς περισωθεῖσιν, ὅτι καὶ ἄλλοτε ἐπόρθησε τὴν πόλιν ὁ αὐτὸς ποταμός, ἀλλ' οὐχ οὕτως. μετὰ δὲ τὸ παῦσαι τὰ ὕδατα εὑρέθη πλὰξ λιθίνη ἐν τῇ ὄχθῃ τοῦ ποταμοῦ γεγραμμένη ἱερογλυφικὸς γράμμασιν ἔχουσα οὕτως· Σκιρτὸς ποταμὸς σκιρτήσει κακὰ σκιρτήματα πολίταις. ὁ δὲ βασιλεὺς Ἰουστῖνος πολλὰ παρέσχε ταῖς ἀμφοτέραις πόλεσιν εἰς ἀνανέωσιν. Τῷ δ' αὐτῷ ἔτει ἀνεφάνη γυνή τις ἐκ τῆς Κιλικίας γιγαντογενής, ὑπερέχουσα τῇ ἡλικίᾳ πάντα ἄνθρωπον τέλειον πῆχυν ἕνα, καὶ πλατεῖα σφόδρα. γυρεύουσα δὲ τὰς πόλεις ἐλάμβανε κατ' ἐργαστήριον φόλλιν