Ἀλλ' ὠφελεῖ, φησίν, ἡ πίττα. Ἀλλὰ διαβάλλει, φημί· οὐκ ἂν δὲ ἠθέλησέ τις εὖ φρονῶν πόρνος εἶναι δοκεῖν, μὴ νοσῶν, καὶ διαβάλλειν ἐπιτηδεύειν τὴν καλὴν εἰκόνα οὐκ ἂν ἑκὼν βουληθείη 3.3.20.5 τις. Εἰ γὰρ τοὺς κατὰ πρόθεσιν κλητοὺς προέγνω ὁ θεὸς συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, δι' οὓς κατὰ τὸν μακάριον ἀπόστολον ὥρισεν εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς, πῶς οὐκ ἄθεοι 3.3.20.6 οἱ τὸ σύμμορφον τοῦ κυρίου λωβώμενοι σῶμα; Ἀνδρὶ δὲ βουλομένῳ εἶναι καλῷ τὸ κάλλιστον ἐν ἀνθρώπῳ τὴν διάνοιαν κοσμητέον, ἣν καθ' ἑκάστην ἡμέραν εὐπρεπεστέραν ἐπιδεικτέον· παρατιλτέον δὲ οὐ τὰς τρίχας, ἀλλὰ τὰς ἐπιθυμίας. 3.3.21.1 Ἐγὼ καὶ τῶν ἀνδραποδοκαπήλων τὰ παιδάρια ἐλεῶ εἰς ὕβριν κοσμούμενα, ἀλλ' οὐχ ὑφ' ἑαυτῶν λελώβηται, κελευόμενα δὲ εἰς αἰσχροκέρδειαν τὰ δύστηνα καλλωπίζεται. Οἱ δὲ ἑκόντες ταῦτα αἱρούμενοι δρᾶν, ἃ κελευόμενοι θανάτου ἂν ἐτιμήσαντο, εἰ ἄνδρες ἦσαν, πῶς οὐ κατάπτυστοι; 3.3.21.2 Καὶ νῦν μὲν εἰς τοσοῦτον ἀκολασίας ἐλήλακεν ὁ βίος ἐντρυφώσης ἀδικίας, καὶ τὸ λάγνον πᾶν ἐπικέχυται ταῖς πόλεσι νόμος γενόμενον· ἐπὶ τέγους ἑστᾶσι παρ' αὐτοῖς τὴν σάρκα τὴν ἑαυτῶν εἰς ὕβριν ἡδονῆς πιπράσκουσαι γυναῖκες, καὶ παῖδες ἀρνεῖσθαι τὴν φύσιν δεδιδαγμένοι 3.3.21.3 προσποιοῦνται γυναῖκες. Πάντα μετακεκίνηκεν ἡ τρυφή· κατῄσχυνε τὸν ἄνθρωπον ἁβροδίαιτος περιεργία· πάντα ζητεῖ, πάντα ἐπιχειρεῖ, βιάζεται πάντα, συγχεῖ τὴν φύσιν, τὰ γυναικῶν οἱ ἄνδρες πεπόνθασιν καὶ γυναῖκες ἀνδρίζονται παρὰ φύσιν γαμούμεναί τε καὶ γαμοῦσαι γυναῖκας. 3.3.21.4 Πόρος δὲ οὐδεὶς ἄβατος ἀκολασίᾳ· κοινὴ δὲ αὐτοῖς ἀφροδίτη δημεύεται, συνέστιος τρυφή. Ὢ τοῦ ἐλεεινοῦ θεάματος, ὢ τοῦ ἀρρήτου ἐπιτηδεύματος· τρόπαια ταῦτα τῆς πολιτικῆς ὑμῶν ἀκρασίας δείκνυται, τῶν ἔργων ὁ ἔλεγχος αἱ χαμαι3.3.21.5 τύπαι. Φεῦ τῆς τοσαύτης ἀνομίας. Ἀλλ' οὐδὲ συνιᾶσιν οἱ ταλαίπωροι, ὡς τὸ ἄδηλον τῆς συνουσίας πολλὰς ἐργάζεται τραγῳδίας. Παιδὶ πορνεύσαντι καὶ μαχλώσαις θυγατράσιν ἀγνοήσαντες πολλάκις μίγνυνται πατέρες, οὐ μεμνημένοι τῶν ἐκτεθέντων παιδίων, καὶ ἄνδρας δείκνυσι τοὺς γεγεννηκότας ἀκρασίας ἐξουσία. 3.3.22.1 Ταῦτα οἱ σοφοὶ τῶν νόμων ἐπιτρέπουσιν· ἔξεστιν αὐτοῖς ἁμαρτεῖν κατὰ νόμον, καὶ τὸ ἀπόρρητον τῆς ἡδονῆς εὐκολίαν λέγουσιν. Μοιχείας ἀπηλλάχθαι νομίζουσιν οἱ μοιχεύοντες τὴν φύσιν, ἕπεται δὲ αὐτοῖς τῶν τολμημάτων τιμωρὸς ἡ δίκη· καὶ καθ' ἑαυτῶν ἀπαραίτητον ἐπισπώμενοι συμφορὰν ὀλίγου νομίσματος ὠνοῦνται θάνατον. Τούτων ἔμποροι τῶν φορτίων οἱ κακοδαίμονες πλέουσιν, ὡς σῖτον, 3.3.22.2 ὡς οἶνον, πορνείαν ἀγώγιμον φέροντες. Ἄλλοι δὲ ἀθλιώτεροι μακρῷ ὡς ἄρτον, ὡς ὄψον, ἀγοράζουσιν ἡδονάς, οὐδὲ ἐκεῖνο ἐν νῷ λαβόντες τὸ Μωυσέως· Οὐ βεβηλώσεις τὴν θυγατέρα σου ἐκπορνεῦσαι αὐτήν, καὶ οὐκ ἐκπορνεύσει ἡ γῆ, καὶ ἡ γῆ πλησθήσεται ἀνομίας. Ταῦτα προεφητεύετο πάλαι, ἀρίδηλος δὲ ἡ ἔκβασις· πᾶσα ἤδη πεπλήρωται γῆ καὶ πορνείας καὶ ἀνομίας. 3.3.23.1 Ἄγαμαι τοὺς παλαιοὺς Ῥωμαίων νομοθέτας· ἀνδρόγυνον ἐμίσησαν ἐπιτήδευσιν οὗτοι, καὶ τοῦ σώματος τὴν πρὸς τὸ θῆλυ κοινωνίαν παρὰ τὸν τῆς φύσεως νόμον ὀρύγματος 3.3.23.2 κατηξίωσαν κατὰ τὸν τῆς δικαιοσύνης νόμον. Οὐ γὰρ θέμις ἐκτῖλαί ποτε τὸ γένειον, τὸ κάλλος τὸ σύμφυτον, τὸ γενναῖον κάλλος πρῶτον ὑπηνήτῃ, οὗπερ χαριεστάτη ἥβη. Προβαίνων δὲ ἤδη ἐπαλείφεται γανούμενος πώγωνι, ἐφ' ὃν κατέβαινε τὸ μύρον τὸ προφητικὸν Ἀαρὼν τιμωμένου. Χρὴ δὲ τὸν ὀρθῶς παιδαγωγούμενον, ἐφ' ὃν ἡ εἰρήνη κατεσκήνωσεν, καὶ πρὸς τὰς ἑαυτοῦ τρίχας εἰρήνην ἄγειν. 3.3.23.3 Τί τοίνυν οὐκ ἂν ἐπιτηδεύσειαν αἱ γυναῖκες αἱ εἰς μαχλοσύνην σπεύδουσαι, τοιαῦτα τολμῶσιν ἐνοπτριζόμεναι τοῖς ἀνδράσιν; Μᾶλλον δὲ οὐκ ἄνδρας, βατάλους δὲ καὶ γύννιδας καλεῖν τούτους χρή, ὧν καὶ αἱ φωναὶ τεθρυμμέναι 3.3.23.4 καὶ ἡ ἐσθὴς τεθηλυμμένη ἁφῇ καὶ βαφῇ. ∆ῆλοι δὲ οἱ