83
τοῦ δεσμωτηρίου, μακάριος ἔσται καὶ φίλος τοῦ Χριστοῦ. Eἰ γὰρ ὁ τὰ ὑπάρχοντα πτωχοῖς δοὺς τέλειος μετὰ τὴν περὶ τῶν θείων γνῶσιν, πολλῷ μᾶλλον ὁ ὑπὲρ μαρτύρων· ὁ γὰρ τοιοῦτος, ἄξιος Θεοῦ ὑπάρξας, πληρώσει τὸ θέλημα αὐτοῦ, χορηγήσας ἐκείνοις, οἵτινες αὐτὸν ὡμολόγησαν ἐνώ πιον ἐθνῶν καὶ βασιλέων υἱῶν τε Ἰσραήλ, περὶ ὧν ὁ Κύριος ἀπεφήνατο λέγων· «Ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.» Καὶ εἰ τοιοῦτοί εἰσιν, ὡς καὶ ὑπὸ Χριστοῦ ἐπὶ τοῦ Πατρὸς αὐτοὺς μαρτυρεῖσθαι, ὑμεῖς οὐκ ὀφείλετε ἐπαισχυνθῆναι ἀπιέναι πρὸς αὐτοὺς ἐν ταῖς φυλακαῖς· τοῦτο γὰρ ποιησάντων ὑμῶν, μαρτύριον ὑμῖν λογισθήσεται, ὅτι ἐκείνοις μὲν πείρᾳ τὸ μαρτύριον ὑπῆρξεν, ὑμῖν δὲ τέως προθυμίᾳ, ὡς κοινωνοῖς τῆς ἀθλήσεως αὐτῶν. Λέγει γάρ που ὁ Κύριος πρὸς τοὺς τοιούτους φάσκων· «∆εῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβάλετέ με, ἀσθενὴς ἤμην καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρὸς μέ. Τότε ἀποκριθήσονται οἱ δίκαιοι λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν; Ἢ διψῶντα καὶ ἐποτίσαμεν; Ἢ γυμνὸν καὶ περιεβάλομεν; Ἢ ἀσθενῆ καὶ ἐπεσκεψάμεθα; Ἢ ξένον καὶ συνηγάγομεν; Ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρὸς σέ; Καὶ ἀποκριθεὶς ἐρεῖ αὐτοῖς· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Καὶ ἀπελεύσονται οὗτοι εἰς ζωὴν αἰώνιον.» Eἰ δέ τις, ἀδελφὸν λέγων ἑαυτὸν εἶναι, ἀπατηθεὶς ὑπὸ τοῦ πονηροῦ κακοποιήσῃ καὶ ἐλεγχθεὶς κατακριθῇ θανάτῳ ὡς μοιχὸς ἢ ὡς φονεύς, χωρίζεσθε ἀπ' αὐτοῦ, ἵνα ἦτε ἄσυλοι, καὶ μή τις ὑμῶν ὡς κοινωνὸς τοῦ μύσους ὑποπτευθῇ καὶ καταχέηται βλασφημίαν, ὡς πάντων χριστια νῶν χαιρόντων ἐπὶ τοῖς παρανόμοις ἔργοις· διὸ μακρὰν ἀπ' αὐτῶν χωρεῖτε. Τοῖς μέντοι διὰ Χριστὸν κατ' ἐπή ρειαν παρὰ τῶν ἀσεβῶν συγκλειομένοις εἰς φυλακὴν ἢ πρὸς θάνατον ἐκδιδομένοις ἢ πρὸς δεσμὰ καὶ ἐξορίαν πάσῃ σπουδῇ βοηθεῖτε, τὰ μέλη ὑμῶν ·υόμενοι ἐκ χειρὸς ἀθέσμων. Καὶ ἐάν τις αὐτοῖς συγκείμενος κρατηθῇ καὶ αἰκίαις ὑποπέσῃ, μακάριός ἐστιν, ὅτι κοινωνὸς μαρτύρων ἐγένετο καὶ μιμητὴς τῶν τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ παθημάτων. Καὶ γὰρ καὶ ἡμεῖς πολλάκις ὑπὲρ Χριστοῦ ὑπὸ Καϊάφα