Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
μεμεστωμένην εὐθὺς ἀποφαίνει, καὶ μονονουχὶ πολέμου καὶ μάχης ἀναμεστοῖ, τοῦτο μὲν λογισμῶν ἀγαθῶν ἀπεχόντων αὐτῆς εἴς γε τὸ δεῖν τῆς ἀρετῆς ἀντέχεσθαι, τοῦτο δὲ τοῦ τῆς ἁμαρτίας νόμου καθέλκοντος εἰς τὸ πλημμελές. Τάχα δὲ καὶ τοῦτο αἰνίττεται, ὅτι καὶ μεσού σης ἡμέρας, ὡς ἐν σκότῳ διῆγον ὑπὸ τῆς ἀθυμίας, καὶ τῷ πολλῷ θρήνῳ τὴν ἐμὴν ἰσχὺν ἀπολώλεκα. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, κ.τ.λ. (A f. 210) Ἕτερόν τί φησιν ἁγίοις εἰωθὸς ἐπισυμ βαίνειν ἔσθ' ὅτε, καὶ ἁπλῶς τοῖς ἐκ Θεοῦ δι' ἁμαρ τίας παιδευομένοις· ἀφίστησι γὰρ αὐτῶν τὴν ἑαυτοῦ χάριν, ὥστε καὶ εἰς τοῦτο ἀφικέσθαι ταλαιπωρίας αὐτοὺς, ὡς μηδένα παντελῶς εὑρεῖν δύνασθαι τὸν παραστάτην ἢ φιλαλλήλως συναλγοῦντα· ἐν τάξει δὲ μᾶλλον ἐχθρῶν γεγονότας, καὶ τοὺς ἐγγὺς κατὰ γένος ἢ κατὰ διάθεσιν ἢ καθ' ἔτερόν τινα φιλίας καὶ οἰκειότητος τρόπον. Τῶν οὖν φίλων μου, φησὶ, καὶ τῶν πλησίον, οἱ μὲν καὶ φανερῶς ἐξ ἐναντίας ἤγγι σαν καὶ ἔστησαν, τουτέστιν ἀντέστησάν μοι, ὡς ὁ Ἀβεσσαλὼμ καὶ ὁ Ἀχιτόφελ· οἱ δὲ τὸ φιλανθρωπό- τατον, ἀπὸ μακρόθεν ἔστησαν, τῆς πρὸς ἐμὲ διαθέ σεως ὡς ἀπωτάτω δραμόντες. Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου. (A f. 210, B f. 137 b) Πρός γε τούτοις οἱ ζητοῦντές μου τὴν ψυχὴν ἐξεβιάσαντο· καὶ ἐθέλοντές μοι τὰ κακὰ, ματαιότητας ἐλάλησαν, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Ἐπαμύνοντος γὰρ οὐδενὸς ἢ κατοικτείροντος ἤγουν συμπαρεστῶτος, οἱ ἐχθροὶ κατεβιάζοντο καὶ συνέτριβον, τοῦτο μὲν συ κοφαντίαις, τοῦτο δὲ καταλαλιαῖς ταῖς κατεψευσμέ ναις, προσεπάγοντες καὶ δόλους, τουτέστι παγίδα ἀρτύοντες. Καὶ τί γὰρ οὐχὶ ποικίλως ἐκμηχανώμε νοι τῶν κακοῦν εἰωθότων; Καὶ ταύτῃ μὲν πλείστοις τῶν ἁγίων συνέβη παθεῖν. Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ταῦτα πρὸ ἡμῶν δι' ἡμᾶς τε καὶ ὑπὲρ ἡμῶν ὑπομε μένηκεν ὁ Χριστός. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, κ.τ.λ. (A f. 211, B f. 138) Ἐπεὶ οὖν εἰς σὲ ἤλπισα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, διὰ τοῦτο εἰσακούσῃ, ὅτι θελητὴς ἐλέους εἶ σὺ, καὶ οὐ βούλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ. Οὐκοῦν ἐγὼ, φησὶν, ὡσεὶ κωφὸς οὐκ ἤκουον, γέγονα δὲ παραπλή σιος τοῖς μὴ λόγον ἔχουσιν ἐν γλώσσῃ, μήτε μὴν ἀκούουσιν ὅλως, ἢ γοῦν ἔχειν δυναμένοις ἐλέγχους ἐν τῷ στόματι. Οἱ γὰρ τοῖς συκοφαντοῦσιν ἀντιλέ 69.965 γειν ἐθέλοντες, ὡς ψεύστας ἐλέγχουσιν, ἐφ' ἑκάστῃ τῶν λοιδοριῶν ἀπολογούμενοι δηλονότι, καὶ τὰ τῆς φιλοψογίας ἐγκλήματα παραλύοντες. Ἀλλ' ἐγὼ, φη σὶν, οὐ γέγονα τοιοῦτος· σεσίγηκα δὲ διακαρτερῶν, ἵνα μὴ κατ' ἐμαυτοῦ πικροτέρους τοὺς μισοῦντας ἐργάσωμαι. Χρὴ γὰρ ἐν πειρασμοῖς εἴκειν μᾶλλον, ἀλλὰ μὴ ἐν ἴσῳ τρόπῳ τοῖς διώκουσιν ἀντιφέρεσθαι. Ὅτι δὲ τὸ κεκωφῶσθαι δοκεῖν ἐν καιρῷ πειρασμῶν, καὶ ἀλάλους ἐοικέναι, οὐ κτηνοπρεποῦς ἀναισθησίας ἔργον ἐστὶ, καρτερίας δὲ μᾶλλον ἐπαινουμένης καρ πὸς, ἐνταῦθα διαδείκνυσι· σεσίγηκα γὰρ, φησὶ, διὰ μόνον τὸ ἐπὶ σοὶ τὰς τῆς σωτηρίας ἔχειν ἐλπίδας, καὶ ὅτι σε τῶν ἁπάντων ἐπέκεινα ἐπεγραφόμην ἐκδικητὴν, ὃς καὶ τοῖς ἐπεμβαίνουσι τῷ ἸὼB fίλοις ἐπιτιμήσας, ὡς ἀπηνῶς προσλαλοῦσιν ἀνδρὶ δοκιμα ζομένῳ καὶ πυρουμένῳ, ἔδειξας ὅτι ἀπήχθηταί σοι τὸ κατεπιφύεσθαί τινας τῶν ἐν περιστάσει καὶ πειρα σμοῖς. Σὺ μὲν οὖν, ὦ ∆έσποτα, ἀκούσῃ τοὺς ἐπ' ἐμοὶ γενομένους παρὰ τῶν ἐχθρῶν τωθασμοὺς, ἤγουν τὰ τῶν λοιδοριῶν εἴδη, ὄψει δὲ καὶ ἅπερ ἐξεμηχανή σαντο κατ' ἐμοῦ· ἐγὼ δὲ καὶ λόγους καὶ θυμοὺς ἀνακόψας, καὶ μονονουχὶ κεκωφωμένος, ἐπὶ σοὶ πᾶσαν ἐθέμην τὴν ἐλπίδα, εἰδὼς ὅτι σὺ ἀκούεις, κἂν ἐγὼ κωφεύω πρὸς τὰς κατ' ἐμοῦ βλασφημίας. Ὅτι εἶπα· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, κ.τ.λ. (A f. 211 b, B f. 138) Ἐγὼ, φησὶν, ἐπὶ σοὶ ἐλπί σας, τὰ μὲν ἄλλα κεκωφῶσθαι ἐδόκουν, πλὴν ἐκεῖνο μόνον ἐζήτουν, τὸ μὴ ὑπὸ χεῖρα γενέσθαι τῶν ἐχ θρῶν, μήτε μὴν ἐφησθῆναί μοί τινας τῶν πολεμεῖν εἰωθότων, ὥς γε τὸν εἰς ἅπαν ὑπομείναντι κλόνον, καὶ ἀνατετραμμένῳ παντελῶς, καὶ ἐξωσθέντι παρὰ σοῦ, καὶ ἀλλοτρίωσιν ὑπομείναντι τὴν ἐξ ἀκράτου θυμοῦ. Ἐδεδίην δὲ πρὸς τούτῳ, μὴ ἄρα πως σεσα λευμένους ὁρῶντες τοὺς ἐμοὺς πόδας, ὑπέρκομπόν