ἕως Σεδεκίου τὰ ἔτη υ ϟηʹ, οἱ δὲ βασιλεῖς ὑπ ῆρχον τὸν ἀριθμὸν κβʹ, πάντες δὲ ἐξ ἑνὸς ἐγένοντο γένους τοῦ ∆αυίδ. ἐφ' ὧν ἦσαν καὶ προφῆται οἵδε· ἐπὶ μὲν Σαοὺλ ∆αυὶδ καὶ Σαμουήλ, ἐπὶ δὲ ∆αυὶδ Γάδ, Νάθαν, Ἀσάφ, ἐπὶ δὲ Σολομῶντος καὶ τῶν μετ' αὐτὸν Ἀχίας ὁ 251 Σιλωνίτης, Σαμαίας ὁ Ἀδδώ, ἐπὶ δὲ Ἰωσαφὰτ καὶ τῶν μετ' αὐτὸν Μιχαίας, Ἡλίας, Ἐλισσαῖος, Ἀβδίας, Ἰηοῦ, ὈζιήἘλεάζαρ, Ἀζαρίας, ἐπὶ δὲ Ἐζεκίου καὶ τῶν μετ' αὐτὸνὨσηέ, Ἀμώς, Ἡσαΐας, Ἰωνᾶς, ἐπὶ δὲ Ἰωσίου καὶ τῶν μεαὐτὸν Ἱερεμίας, Σοφονίας, Ὀλδά, Βαρούχ, ἐπὶ δὲ Σεδεκίου πάλιν Ἱερεμίας καὶ Ἀμβακούμ. μετὰ δὲ τὴν αἰχμαλωσίαν ἐπὶ Ἰησοῦ τοῦ ἱερέως Ἰωσεδὲκ προφητεύουσιν Ἀγγαῖος καὶ Ζαχαρίας τελευταῖοι προφῆται γενόμενοι. ∆ανιὴλ γὰρ καὶ Ἰεζεκιὴλ ἐν τῇ αἰχμαλωσίᾳ προεφήτευσαν ἐν Βαβυλῶνι.
[Βιβλίον Εʹ.] [αʹ. Περὶ Ἱεροβοάμ.] Μετὰ δὲ τὴν διαίρεσιν τῶν δέκα σκήπτρων ἐβασίλευσεν
Ἱεροβοὰμ υἱὸς Ναβὰτ ἐκ φυλῆς Ἐφραΐμ, ὁ δοῦλος Σολομῶντος καὶ ἀποστάτης τοῦ ἀποστατήσαντος Ἰσραὴλ ἐν Σα μαρείᾳ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἐπά ταξεν αὐτὸν ὁ θεός, καὶ ἀπέθανεν ἐν ταῖς ἁμαρτίαις αὐτοῦ βασιλεύσας ἔτη μβʹ. ποιήσας γὰρ δαμάλεις χρυσᾶς δύο καὶ τὴν μὲν στήσας ἐν Βεθήλ, τὴν δὲ ἐν ∆άν, ἔφη πρὸς τὸν λαόν· ἱκανούσθω ὑμῖν ἀναβαίνειν ἐν Ἱερουσαλήμ. ἰδοὺ οἱ θεοί σου, Ἰσραήλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου. καὶ ἔξωσε τὸν Ἰσραὴλ ἐξόπισθεν κυρίου καὶ ἐξήμαρτεν αὐτοὺς 252 ἁμαρτίαν μεγάλην, καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν πάσῃ ἁμαρτίᾳ Ἱεροβοὰμ καὶ ἐλάτρευσαν καὶ προσεκύνησαν τοῖς ματαίοις, ἕως οὗ μετέστησεν αὐτοὺς κύριος ἀπὸ προσώπου αὐτοῦ εἰς Ἀσσυρίους. [βʹ. Περὶ Ναβάτ.] Μετὰ δὲ Ἱεροβοὰμ ἐβασίλευσε Ναβὰτ υἱὸς αὐτοῦ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐσφάγη ὑπὸ Βαασὰ βασιλεύσας ἔτη βʹ. [γʹ. Περὶ Βαασά.] Μετὰ δὲ Ναβὰτ ἐβασίλευσε Βαασὰ καὶ ἐποίησε τὸ πο νηρὸν ἐνώπιον κυρίου καὶ ἐσφάγη ἐν τῷ πολέμῳ βασιλεύσας ἔτη κδʹ. [δʹ. Περὶ Ἡλά.] Μετὰ δὲ Βαασὰ ἐβασίλευσεν Ἡλὰ υἱὸς αὐτοῦ καὶ ἐποί ησε τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐσφάγη ὑπὸ Ζαμβρὶ βασιλεύσας ἔτη βʹ. [εʹ. Περὶ Ζαμβρί.] Μετὰ δὲ Ἡλὰ ἐβασίλευσε Ζαμβρὶ καὶ ἐποίησε τὸ πονη ρὸν ἐνώπιον κυρίου καὶ ἐκαύθη ἐν οἴκῳ προσφυγὼν ὑπὸ τῶν πολεμίων βασιλεύσας ἔτη ιβʹ. [ ϛʹ. Περὶ Ἀχαάβ.] Μετὰ δὲ Ζαμβρὶ ἐβασίλευσεν Ἀχαὰβ υἱὸς αὐτοῦ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐσφάγη καὶ ἀπέ 253 θανεν ἐν ταῖς ἁμαρτίαις αὐτοῦ βασιλεύσας ἔτη κβʹ. τῆς γὰρ γυναικὸς αὐτοῦ Ἰεζάβελ ἀποκτεινάσης τὸν Ναβουθέ, καὶ οὗτος αὐτοῦ τὸν ἀμπελῶνα λαβών, εἶπεν Ἡλίας ὁ προ φήτης πρὸς αὐτόν· τάδε λέγει κύριος· ἀνθ' ὧν ἐφόνευσας καὶ ἐκληρονόμησας, ἐν τῷ τόπῳ ᾧ ἔλειξαν οἱ κύνες τὸ αἷμα Ναβουθέ, ἐκεῖ λείξουσιν οἱ κύνες τὸ αἷμά σου, καὶ τὴν Ἰεζάβελ καταφάγονται οἱ κύνες ἐν τῷ προτειχίσματι, καὶ ἐξολοθρεύσω τοῦ Ἀχαὰβ οὐροῦντα πρὸς τοῖχον καὶ συν εχόμενον, ἅπερ εἰσὶ κύων καὶ κάττης ὁ τὸν μῦν θηρεύων. ὁ τοίνυν Ἀχαὰβ κτίσας πόλεις μεγάλας καὶ ὀχυρὰς καὶ οἶκον ἐλεφάντινον ἐν Σαμαρείᾳ θαυμάσιον σφόδρα καὶ μετὰ ταῦτα ποιήσας πόλεμον πρὸς τοὺς Σύρους, ἀφ' ὧν πατάξας ἐν ἡμέρᾳ μιᾷ μυριάδας ιβʹ ἤτοι χιλιάδας ρκʹ καὶ τὸν βασιλέα τούτων υἱὸν Ἄδερ συλλαβών, ὃν καὶ περι ποιησάμενος καὶ ἀποστείλας παρὰ γνώμην θεοῦ, ἐλέγχεται σαφῶς ὑπὸ Μιχαίου τοῦ προφήτου λέγοντος· τάδε λέγει κύριος· ἐξαπέστειλας ἄνδρα ὀλέθριον ἐκ χειρός σου. ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ. καὶ ταῦτα ἀκούσας ἀπῆλθε συγκεχυμένος καὶ ἐκ λελυμένος πάνυ. καὶ ἐν τῷ τρίτῳ ἐνιαυτῷ πάλιν ἐξελθὼν εἰς πόλεμον κατὰ τοῦ ἀγνωμονήσαντος καὶ παρασπονδήσαν τος βασιλέως Συρίας, καὶ τοῦ Μιχαίου διακωλύοντος αὐτόν, εἶπε μετ' ὀργῆς πρὸς τοὺς περὶ αὐτόν· συλλαβόντες ἀπό θεσθε τοῦτον εἰς οἶκον φυλακῆς,