83
πληρώσειν τὰ ἐπηγγελμένα. ἵνα δὲ διὰ τὸ μὴ καθαρῶς τὰ ἀναγνωσθέντα προστάγματα γράφειν περὶ ἐμοῦ, περί τινων ἄλλων τισὶ δόξωσι γεγράφθαι, ἕτερον παρέξομαι, τά τε πρότερα ὡς περὶ ἐμοῦ εἴησαν γεγραμμένα βεβαιοῦν, καὶ τὸν πρὸς ἐμὲ πόλεμον κηρύττον ἐμφανῶς, γραφὲν Ὀκτωβρίῳ τῆς ἑνδεκάτης ἰνδικτιῶνος· «περιπόθητε ἀνεψιὲ τῆς βασιλείας μου πρωτοβεστιάριε κύριε Ἀνδρόνικε Παλαιολόγε· αἱ ἀναφοραὶ ὑμῶν πάντων διεκομίσθησαν εἰς τὴν βασιλείαν μου καὶ ὑπανεγνώσθησαν, καὶ ὑπεραπεδεξάμην πάντας ὑμᾶς περὶ πάντων ὧν ἀναφέρετε. ἀπελογήσατο καὶ διωρίσατο καὶ ἡ βασιλεία μου κατὰ μέρος πρὸς πάντας ὑμᾶς μετὰ τοῦ κατέργου, μᾶλλον δὲ μετὰ τοῦ περιποθήτου ἀνεψιοῦ τῆς βασιλείας μου τοῦ Ἀσάνη κυρίου Μιχαὴλ τοῦ ἐξαδελφοῦ σου· καὶ ἐξ ἐκείνου μέλλετε γνωρίσειν εἷς ἕκαστος ἀφ' 1.235 ὑμῶν πλατυκώτερον τὸν ὁρισμὸν τῆς βασιλείας μου. μήπως δὲ, γενομένης τινὸς ἀργίας παρὰ τῆς θαλάσσης εἰς τὸ κάτεργον, ἀγνοῆτε τὸν καθόλου ὁρισμὸν τῆς βασιλείας μου, ἰδοὺ καὶ διὰ ξηρᾶς διορίζεται καὶ δηλοποιεῖ ὑμῖν ἡ βασιλεία μου, ὅτι τόσοι καὶ τοιοῦτοι εὑρίσκεσθε αὐτόθι, ὅτι εἴπερ εἷς καὶ μόνος ὑμῶν ἦν εἰς τὰ αὐτόθι μέρη, ἀρκετὸς ἔμελλεν εἶναι εἰς τὴν τοῦ ἐγγόνου μου μάχην· πόσῳ μᾶλλον ὅτι εὑρίσκεσθε τοσοῦτοι καὶ τοιοῦτοι, οἷοι εὑρίσκεσθε; λόγος οὐδείς. καὶ ἀπὸ τοῦ νῦν λύω τὸν πάρδον μου τὸν δεδεμένον, καὶ ποιεῖτε ᾗ ἂν ὑμῖν ἡ σύνεσις ὑφηγῆται, ὅτι καὶ ἐγὼ ἤδη ὁρμῶ.» τοιαῦτα μὲν βασιλεὺς ἐπέταττε τῷ ἀνεψιῷ οὐδὲν ἔχων ἐγκαλεῖν ἐμοὶ, ἀλλ' αὐτὸς πρῶτος λύων τὰς σπονδὰς καὶ τοὺς ὅρκους. ἵνα δὲ εἰδῆτε, ὅτι καὶ πολλοῖς ἐχρῆτο συνεργοῖς πρὸς τὸν πόλεμον τὸν κατ' ἐμοῦ καὶ ἐκ πολλοῦ τοῦ χρόνου παρεσκευάζετο πρὸς αὐτὸν, καὶ ἑτέραν παρέξομαι γραφὴν τοῦ Κωκαλᾶ τουτουῒ πρὸς τὸν γαμβρὸν πρωτοβεστιάριον ἀπεσταλμένην ἔχουσαν οὑτωσί· «πρῶτον μὲν ἐβαρύνετο καθ' ὑμῶν ὁ αὐθέντης ἡμῶν ὁ βασιλεὺς, μᾶλλον δὲ κατὰ σοῦ, πῶς οὐδὲν γράφετε καὶ ἀναφέρετε τί ποιεῖτε καὶ πῶς πράττετε· τὰ νῦν δὲ ἀπεδέξατο μὲν ὅτι ἐγράψατε, ἐμέμψατο δὲ ὑμῖν ὅπως οὕτως ἀπερισκέπτως ἐπέμψατε τὰς ἀναφορὰς ὑμῶν, καὶ εἴπερ συνέβαινεν ἐμπεσεῖν εἰς τὰς χεῖρας τοῦ ἐγγόνου τοῦ βασιλέως, ὁμολογουμένως γνωσθῆναι ἔμελλεν, ὅτι πρὸ καιροῦ καὶ μετὰ μεμεριμνημένου σκοποῦ 1.236 ἐκινήθη ἡ παροῦσα μάχη. ὅπερ οὐ γέγονε καλῶς· ἀλλὰ ὥσπερ κατὰ τὸ παρὸν ἡμεῖς τὸ πρόσταγμα καὶ τὴν παροῦσαν γραφὴν ἐβάλομεν ἐντὸς πούκλου, καὶ τίς δύναται ἐνθυμηθῆναι, ὅτι ἐστί τι ἐντὸς τοῦ πούκλου; οὕτως ποιεῖτε καὶ ὑμεῖς· καὶ ἀπὸ τοῦ νῦν ἄρξασθε, ὅτι, καθὼς καὶ ἀπὸ τοῦ προστάγματος μέλλεις μαθεῖν, ἰδοὺ καὶ ὁ βασιλεὺς ἄρχεται. ὅμως δοκεῖ μοι, ὅτι πρὸ τοῦ ἀκοῦσαι τὴν ἀρχὴν μέλλετε ἰδεῖν τὸ τέλος. πάντες γὰρ οἱ μετὰ τοῦ ἐγγόνου τοῦ βασιλέως εὑρισκόμενοι ἄρχοντες καὶ τὰ ἀρχοντόπουλα, κατεστάθησαν ὑπὸ τοῦ βασιλέως, καὶ τὰς αὐτοῦ εὐεργεσίας ἔχουσι διά τε οἰκονομιῶν διά τε χρυσοβούλλων· καὶ πάντες εἰσὶν ἕτοιμοι καὶ ἐκδέχονται ὁρισμὸν τοῦ αὐθέντου ἡμῶν τοῦ βασιλέως τοῦ ἁγίου, ἵνα ἐάνπερ ὁρίσῃ αὐτοῖς, φέρωσι τὸν ἔγγονον αὐτοῦ δεδεμένον εἰς τὰς χεῖρας· καὶ ἀπὸ τοῦ αὐτοῦ νῦν ἐπιμελήθητι καὶ σὺ, ἵνα δείξῃς ἔργον τῆς γνώσεως καὶ τῆς πείρας, ἧς ἔχεις πρὸς τὸ πράττειν.» ἐκ τούτων μὲν οὖν ἁπάντων, ὁπότερος λέλυκε τοὺς ὅρκους αὐτοὶ κρινεῖτε. ὥστ' εἰ καὶ αὐτὸς μετὰ τὴν οὕτω περιφανῆ παράβασιν τῶν ὀμωμοσμένων ἔξω τι εἴργασμαι τῶν συνθηκῶν, οὐ δίκαιον οὐδὲ λόγον ἔχον ἐπιορκίαν ἐγκαλεῖν. ὥστε εἰ καὶ χρήματα εἴληφα, ὡς αὐτοί φασι, παρὰ τὰς συνθήκας, οὐκ ὀφείλειν δίκην λελυμένων τῶν συνθηκῶν. ἐγὼ δὲ καὶ τούτων χωρὶς εὐορκεῖν ἀποδείξω ἐμαυτὸν τὰ χρήματα εἰληφώς. ἐν τοῖς 1.237 ὅρκοις γὰρ γέγραπται, ὡς ἂν ἐκ τῶν δημοσίων χρημάτων τῶν τε τῆς ἐμῆς οἰκίας ἕνεκα ἀναλωμάτων καὶ βασιλίδος τῆς ἐμῆς γυναικὸς, ἕτι δὲ καὶ τῆς μισθοφόρου στρατιᾶς χρήματα ἐμοὶ χορηγεῖσθαι ὅσα γέγραπται ἐν ταῖς συνθήκαις· καὶ τοῦτο οὐχ ἁπλῶς, ἀλλὰ δι' ὅρκων ἐγγράφων, ὡς πάρεστιν ὁρᾷν ἐκ χρυσοβούλλου βασιλέως τοῦ πρὸς ἐμέ. ἐκ τοίνυν τῶν καιρῶν ἐκείνων ὅτε ἐγεγένηντο οἱ ὅρκοι ἄχρι καὶ νῦν τέτταρες ἐπ' ἔτεσι