83
αὐτῷ," ἀντὶ τοῦ διαφθαρήσεται τὸ χρίσμα τῆς ἀρχιερωσύνης. παρανόμως γὰρ χριομένων τῶν εἰς αὐτὴν προβιβαζομένων, οὐδὲ τὸ χρίσμα τὴν οἰκείαν ειχεν ἰσχύν, ἀλλὰ παρεφθαρμένον ον ἠμοίρει τῆς θείας χάριτος. διὸ καὶ ἐπήγαγε "καὶ κρίμα οὐκ εστιν ἐν αὐτῷ," τοῦτ' εστιν, οὐ κατὰ κρίσιν καὶ δοκιμασίαν γινόμενοι εσονται, ἀλλ' ἀκρίτως η διὰ χάριν η διὰ χρήματα. τούτων δ' ουτω γινομένων καὶ αἱ ἑπτὰ παρερρύησαν ἑβδομάδες, μέχρι τῆς τοῦ κυρίου ἐπιφανείας δηλαδὴ διαρκέσασαι. ̔Η μὲν ουν διαίρεσις τῶν ἑξήκοντα δύο ἑβδο1.209 μάδων καὶ τῶν ἑπτὰ διὰ ταῦτα γέγονεν· ἐπεὶ δὲ πρὸς τὰς ἐξ ἀρχῆς εἰρημένας ἑβδομήκοντα ἑβδομάδας ετι μία περιλέλειπται, καὶ περὶ ἐκείνης ειρηκεν ὁ ἀρχάγγελος ταῦτα "καὶ δυναμώσει τὴν διαθήκην πολλοῖς ἑβδομὰς μία, καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή, καὶ ἐπὶ τούτοις ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως, καὶ εως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν." ἡ λοιπή, φησίν, ἑβδομὰς ἡ μετὰ τὰς ἑξήκοντα καὶ ἐννέα τὴν καινὴν διαθήκην εἰσάξει ἰσχυρὰν ουτως ὡς δι' αὐτῆς ἀρθῆναι, τοῦτ' εστιν ἐκ μέσου γενέσθαι, τὰς θυσίας καὶ τὰς σπονδὰς ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος. μετὰ γὰρ τὸ βάπτισμα ὁ Χριστὸς ἐπὶ τριετίαν καὶ ἐπέκεινα διδάξας καὶ σημεῖα ἐπιδειξάμενος ουτως ἐπὶ τὸ πάθος ηλθε, καὶ αὐτοῦ τυθέντος ὑπὲρ τοῦ κόσμου παντός, τοῦ ἀμνοῦ τοῦ θεοῦ τοῦ αιροντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ἡ κατὰ νόμον θυσία ἐπαύθη καὶ ἡ σπονδή. καὶ εθυον εκτοτε οἱ ̓Ιουδαῖοι, ἐπεὶ καὶ ετι θύουσι, παρανόμως, ἀλλ' ἀπρόσδεκτος ην τῷ θεῷ ἡ ἐκείνων θυσία καὶ ἡ σπονδή. καὶ αλλως δὲ τό "δυναμώσει διαθήκην πολλοῖς" ἐκληφθήσεται ἀντὶ τοῦ δυνατοὺς τοὺς ἱεροὺς ἀποστόλους εἰς τὸ κήρυγμα ἡ ἑβδομὰς ἐκείνη ἐργάσεται. εἰς δύο γὰρ τὴν ἑβδομάδα φαίνεται διαιρῶν ὁ ἀρχάγγελος, εἰς τὸν πρὸ τοῦ πάθους καὶ τὸν μετὰ τὸ πάθος καιρόν. περὶ γὰρ τὰ τρία ετη πρὸς τῷ ἡμίσει κηρύξας ὁ κύριος, κατὰ τὸ τοῦ υἱοῦ τῆς βροντῆς εὐαγγέλιον, καὶ στηρίξας εἰς τὴν αὐτοῦ πίστιν τοὺς θείους αὐτοῦ ἀποστόλους τῇ τῶν λόγων ἀληθείᾳ καὶ τῇ τῶν θαυμασίων εργων ἐπιδείξει, ουτω πρὸς τὸ πάθος ἐχώρησε καὶ τὸν σταυρὸν κατεδέξατο καὶ ὑπέμεινε θάνατον. ειτα τὸν λοιπὸν τῆς ἑβδομάδος χρόνον μετὰ τὴν ἐκ νεκρῶν ἀνά1.210 στασιν καὶ τὴν πρὸς τοὺς κόλπους τοὺς πατρικοὺς ανοδον, ων οὐ κεχώριστο πώποτε, καὶ τὴν τοῦ παρακλήτου ἐπιφοίτησιν καὶ θείαν ἐπίπνοιαν οἱ ἱεροὶ αὐτοῦ μαθηταὶ ἐν ̔Ιερουσαλὴμ τὸ θεῖον διαγγέλλοντες εὐαγγέλιον καὶ τὸ κήρυγμα πιστούμενοι θαύμασι καὶ πλήθη ἀνθρώπων ἐπισπώμενοι πρὸς τὴν ἐπίγνωσιν τοῦ οντως θεοῦ διεσπάρησαν εἰς τὰ εθνη καὶ ταῦτα ἐφώτισαν. τοῦτο τοίνυν ὁ ἀρχάγγελος προδηλῶν τῷ προφήτῃ ∆ανιὴλ ελεγε "δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία," ἀντὶ τοῦ δύναμιν περιζώσει πολλούς, τοὺς μαθητὰς δηλαδή. τόν τε πρὸ τοῦ πάθους τοῦ κυρίου χρόνον καὶ τὸν μετὰ τὸ πάθος, καθ' ον πρότερον μὲν ἐν ̔Ιερουσαλὴμ προσέμενον καὶ ἐκήρυσσον οἱ ἀπόστολοι, ειτα καὶ εἰς τὰ τῆς οἰκουμένης περιῄεσαν τέρματα καὶ ἐδίδασκον, συνάψας, αυθις διαιρεῖ τὴν ἑβδομάδα ταύτην λέγων "καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή," διὰ τούτου προσημαίνων τὴν παῦλαν τῆς τοῦ νόμου σκιᾶς. ειτα ἐπάγει "καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως." τούτων γάρ, φησί, γινομένων τὸ πρὶν αγιον ἱερὸν καὶ σεβάσμιον βδέλυγμα λογισθήσεται· η οτι μετὰ τὴν τελευταίαν ἑβδομάδα ταύτην βδέλυγμά τι ἐπὶ τὸ ἱερὸν εἰσαχθήσεται, σημεῖον τῆς αὐτοῦ τε καὶ τῆς πόλεως ἐρημώσεως. ο ἐπὶ τοῦ Πιλάτου γέγονε, σημαίας νύκτωρ εἰσαγαγόντος εἰκόνας ἐχούσας βασιλικάς, αι τοῖς ̓Ιουδαίοις βδέλυγμα ἐλογίζοντο· ἀπείρητο γὰρ αὐτοῖς ἀνθρωπίνην εἰκόνα η ζῴου τινὸς κεκτῆσθαι η καὶ σεβάζεσθαι. καὶ ὁ κύριος δέ "οταν ιδητε" ειπε "τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὸς ἐν τόπῳ ἁγίῳ, γινώσκετε οτι ηγγικεν ἡ ἐρήμωσις αὐτῆς," τῆς ̔Ιερουσαλὴμ δηλαδή. καὶ ἀλλαχοῦ δ' εφη ὁ κύριος "ἰδοὺ ἀφίεται ὁ οικος ὑμῶν 1.211 ερημος." ταῦτα προδιδάσκων τὸν ∆ανιὴλ ὁ ἀρχάγγελος ἐπιφέρει, μετὰ τὸ προθεσπίσαι ὡς ἐκ μέσου γενήσεται ἡ νομικὴ λατρεία, τό "καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα