83
Αυλαξ. παρὰ τὸ αὐλὸς γίνεται αυλαξ. αυλαξ γὰρ λέγεται ἡ ἐπιμήκης τομή. αὐλὸς δὲ, πᾶν τὸ εἰς ὀξὺ λῆγον. (Οὐδέτερον.) Αὐγουστεῖον. ὀψοπώλιον. Αὐγοειδέσ. ἀστροειδές τι καὶ ἀΐδιον. εφασκε δὲ ὁ ̓Ισίδωρος, ἐκεῖνο ἀκηκοέναι, ὡς εχει ἡ ψυχὴ αὐγοειδὲς οχημα. Αὐθαίρετον. αὐτοβούλητον. αὐτεπάγγελτον. Αὐθέκαστα. αὐτὰ καθ' ἑαυτὰ γινόμενα. η αὐτὰ τὰ γινόμενα, ἀκρίτως καὶ συντόμως καὶ ἀποτόμως. η τὰ ἁπλᾶ καὶ ἀληθῆ αὐτοακριβῶς. Αὐθύπαρκτον. τὸ ἐν ἑαυτῷ καὶ μὴ ἐν ἑτέρῳ εχον τὴν υπαρξιν. Αυον. ξηρόν. ̔Ησίοδος· αυον ἀπὸ χλωροῦ τέμνειν-. Αυτανδρον. σὺν αὐτοῖς ἀνδράσιν. Αὐτογένεθλον. τὸ αὐτογέννητον. Αὐτοδαῆ καὶ αὐτομαθῆ. τὰ ἐκ φύσεως καὶ μὴ ἐκ διδαχῆς. καὶ τὰ ὀρχήματα ηεν αὐτοδαῆ. alpha.346 Αὐτοκίνητον. αὐτοφυές. τῷ δὲ ̔Ερμείᾳ τῷ φιλοσόφῳ τὸ αὐτοκίνητον οὐ προσήνθει τῇ πολυμαθείᾳ. Αὐτοφυέστατον. μὴ ἐπίπλαστον εχον κάλλος. Αὐτόγυον. μέρος ἀρότρου. εστιν ὁ γύης καὶ τὸ γύον. γίνεται δὲ παρὰ τὸ γαῖα, γύη, ιν' ῃ ἡ γύη, τῆς γύης, καὶ μεταχθείσης τῆς γενικῆς εἰς εὐθεῖαν, ὁ γύης. Αὐτόπρεμνον. αὐτόῤῥιζον. Αυταρκεσ. τὸ ἱκανῶς ἐξαρκοῦν. Αὐτόματον. αἰτία κατὰ συμβεβηκότος ἀόριστος, ἐν τοῖς ενεκα τινὸς κατὰ προαίρεσιν γινομένοις συμβαίνουσα. τὸν γὰρ λίθον πεσόντα γενέσθαι καθέδραν ετυχεν. Αὐτοκάβδαλον. μικρὸν σκάφος, ἀναυλόχητον· αὐτοσχέδιον, οὐδέπω ἐν ορμῳ καὶ λιμένι καταλεγόμενον. ναυλόχους γὰρ ελεγον τοὺς λιμένας. Αὐτούργητον. αὐτοφυές. Αὐτεξούσιον. ψυχῆς φρόνησις, εχουσα ἐπιτηδειότητα νεῦσαι πρὸς ας βούλεται πράξεις. η αὐτεξούσιον, τὸ αὐτοδέσποτον· τὸ γὰρ ὑπὸ δεσπότην ον οὐκ εστιν αὐτεξούσιον· ειγε αὐτεξουσιότης ψυχῆς νοερᾶς ἐστὶν ἡ ἀκώλυτος πρὸς ἀρετὴν η κακίαν τοῦ ἐπιθυμητικοῦ ἡμῶν ῥοπή τε καὶ κίνησις· ενθα δὲ κακίας η ἀρετῆς προσβολὴ οὐ γίνεται, ἐκεῖ οὐδὲ ἡ αὐτεξουσιότης alpha.347 τῆς ψυχῆς γνωρίζεσθαι δύναται. πῶς γὰρ αν καὶ φανήσεται ἡ αὐτεξουσίου προαίρεσις, ενθα προσβολὴ ἐναντίου οὐ γίνεται; μόνος τοίνυν ὁ τοῦ Χριστοῦ νοῦς, καὶ ἡ παναγία αὐτοῦ ψυχὴ αγνωστος καὶ αδεκτος πάσης προσβολῆς πονηρᾶς γέγονε. μορφὴ γὰρ δούλου ην χαλιναγωγουμένη καὶ δεσποζομένη ὑπὸ τοῦ καθ' ὑπόστασιν ἡνωμένου αὐτῇ θεοῦ λόγου. διόπερ καὶ ελεγεν ὁ κατὰ τὸν σωτῆρα νοούμενος ανθρωπος· οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδέν. ὑπὲρ γὰρ τοὺς ορους καὶ νόμους τῆς ἡμετέρας φύσεως ὑποστὰς ἀσπόρως ὡς θεὸς, σῶμα καὶ ψυχὴ ων τῇ τοῦ δεσπότου νεύσει ἑτοίμως ὑπετάττετο, ὡς θεωθείς. Αὐχήματα. σεμνολογήματα. καυχήματα, κομπάσματα. ( ̔Ρῆμα.) Αὐαίνεται. ξηραίνεται. Αὐθεντήσαντα. κύριον γενόμενον. μὴ ὀφείλειν αὐτὸν αὐθεντήσαντα τοὺς ὑπὸ ζώνην συνέχειν. Αὐλωνίζει. ἐν αὐλῶνι διάγει. Αὐλίζεται. κατασκηνοῖ. φυλάττεται. παρεμβάλλει. Αὐλιζόμενοι. ἀντὶ τοῦ κοιμώμενοι. ουτως ̓Αντιφῶν. Αυσω. τὸ τολμῶ. Αυσασ. φωνήσας· βοήσας. Αὐδῶ. τὸ φωνῶ. Αὐτοβοᾷσ. αὐτὸς ἑαυτῷ μαρτυρεῖς. alpha.348 Αὐτοματίζουσιν. αὐτόματοι παραγίνονται. Αὐτομαχεῖν. τὸ δι' ἑαυτοῦ δικάζεσθαι καὶ μὴ δι' ἑτέρου. Αὐχμῶντεσ. ῥυπῶντες. Αὐχμεῖσ. αἰσχρῶς ῥυπαρὸς ειναι δοκεῖς. Αυω. τὸ φωνῶ καὶ τὸ ξηραίνω. παρὰ τὸ αω τὸ πνέω γίνεται αυω, κατὰ πλεονασμὸν τοῦ ˉυ. τὸ δὲ ξηραίνω, παρὰ τὸ υω τὸ βρέχω, μετὰ τοῦ στερητικοῦ ˉα, ἀΰω, καὶ κατὰ συναίρεσιν αυω· τὸ ἐξ ἀνομβρίας γινόμενον. σημαίνει δὲ καὶ τὸ καθεύδω. ( ̓Επίῤῥημα.) Αὐθημερόν. αὐτῇ τῇ ἡμέρᾳ. Αυθι. ἀντὶ τοῦ αὐτόθι. καὶ ἀντὶ τοῦ πάλιν. Αυθισ. ἐξ ἀρχῆς· ἐκ δευτέρου. σημειωτέον, οτι τὸ μὲν αυθις ἀττικόν· τὸ δὲ αυτις ὁμηρικόν. Αὐθωρόν. αὐτῇ τῇ ωρᾳ. Αὐτῆμαρ. αὐτῇ τῇ ἡμέρᾳ. Αὐτίκα. μετ' οὐ πολὺ, εὐθέως, παραχρῆμα. τὸ δὲ αὐτίκα μάλα ἀντὶ τοῦ εὐθύς. Αὐτόθεν. ἀντὶ τοῦ οικοθεν. ̓Ιώσηπος· δῶρα δὲ αὐτόθεν μὴ πέμπειν τῷ βασιλεῖ. Αὐτόθι. ἐν αὐτῷ τῷ τόπῳ. Αὐτοπαθῶσ. οικοθεν, ἐξ ἰδίας προαιρέσεως. Αὐτόσε. ἐκεῖσε. λέγεται καὶ αὐτοῦσε. διάβασις δὲ οὐκ εστιν αὐτοῦσε οτι μὴ τῷ ζεύγματι. Αὐτοῦ. ἐπὶ τόπου. Ομηρος· στῆτ' αὐτοῦ καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων. alpha.349 Αυτε. πάλιν. καὶ αυτε ἀντὶ τοῦ μετὰ ταῦτα. Αὐτομόλωσ. προδοτικῶς. Αὐτόχρημα. σχεδὸν εἰπεῖν. η αὐτὸ τὸ πρᾶγμα. Αὐτοβοεί.