εἴδησιν καὶ ὁρᾷ οὐκ αὐτὰς μόνον τὰς οὐσίας, ἀλλὰ καὶ τὰς δυνάμεις αὐτῶν καὶ τὰς ἐνεργείας τάς τε κατὰ φύσιν καὶ τὰς παρὰ φύσιν, ὅπερ παρὰ φύσιν συνῆλθε τῇ ἀναγκαίᾳ τῆς ὑποβάσεως τῶν ὄντων ὑφέσει. γινώσκει μέντοι τὰ ἐνδεχόμενα κρειττόνως τῆς αὐτῶν ἐκείνων φύσεως. διόπερ ταῦτα μὲν ἀόριστον ἔχει τὴν φύσιν δύναταί τε ἐκβαίνειν καὶ μὴ ἐκβαίνειν, ὁ δὲ θεὸς ἅτε κρειττόνως τῆς φύσεως αὐτῶν τὴν γνῶσιν προειληφὼς ὡρισμένως οἶδε καὶ ταῦτα. καὶ γὰρ καὶ τὰ μεριστὰ τῶν πραγμάτων ἀμερίστως οἶδε καὶ τὰ διαστατὰ ἀδιαστάτως καὶ τὰ πεπληθυσμένα ἑνοειδῶς καὶ τὰ ἔγχρονα αἰωνίως καὶ τὰ γενητὰ ἀγενήτως. καὶ οὐ χρὴ νομίζειν ὅτι ἀναγκαίαν ἕξει τὴν ἔκβασιν ἃ λέγομεν ἐνδεχόμενα διὰ τὸ ὑπὸ θεοῦ γινώσκεσθαι αὐτὰ ὡρισμένως· οὐ γὰρ διότι γινώσκει αὐτὰ ὁ θεός, διὰ τοῦτο ἀναγκαίως ἐκβήσεται, ἀλλ' ἐπειδὴ φύσιν ἔχοντα ἐνδεχομένην καὶ ἀμφίβολον ἕξει πέρας, διὰ τοῦτο καὶ τὸν θεὸν εἰδέναι ἀναγκαῖον ὅπως ἐκβήσεται. καὶ ἔστι τὸ αὐτὸ τῇ μὲν φύσει τῇ ἑαυτοῦ ἐνδεχόμενον, τῇ δὲ γνώσει τοῦ θεοῦ ὡρισμένον. Τοῦ δὲ ἐνδεχομένου εἰς τρία διαιρουμένου τὸ μὲν λέγεται ὡς ἐπὶ τὸ πολύ, οἷον τὸ ἐν γήρᾳ πολιοῦσθαι ἄνθρωπον (σπάνιον γὰρ τὸ μὴ οὕτως 158 ἔχον), τὸ δὲ ὡς ἐπ' ἔλαττον, οἷον τὸ σκάπτοντα θησαυρῷ περιτυχεῖν, τὸ δὲ ἐπίσης, οἷον τὸ λούσασθαι καὶ μὴ λούσασθαι καὶ τὰ τοιαῦτα. καὶ περὶ μὲν τὸ ὡς ἐπὶ πολὺ ἐνδεχόμενον δύο τινὰ καταγίνεται αἴτια, ἥ τε φύσις καὶ ἡ τέχνη, περὶ δὲ τὸ ὡς ἐπ' ἔλαττον ἥ τε τύχη καὶ τὸ αὐτόματον, περὶ δὲ τὸ ἐπίσης ἐνδεχόμενον ἡ προαίρεσις ἔχει μόνη. καὶ τοῦτο μόνον καλεῖται «ὁπότερον ἔτυχεν», οἷον ὁπότερον ἔτυχε μόριον τῆς ἀντιφάσεως ὁμοίως ἐκβῆναι δυνατόν. Περὶ δαιμόνων
Περὶ τῆς τῶν δαιμόνων ἀληθοῦς ἢ ψευδοῦς ἢ ἐπαμφοτεριζούσης προγνώσεως τοιούτων παρ' ἐνίοις τῶν φιλοσόφων λόγων ἀκήκοα, οὐ τῶν πάντῃ Ἑλληνικῶν, ἀλλὰ καὶ τῶν τὰ ἡμέτερα ἐκ μέρους ἑλομένων πρεσβεύειν. διαιροῦσι τοιγαροῦν οὗτοι τὸ γένος ἐν μέτροις τισὶ καὶ βαθμοῖς τῆς ἀπὸ τῶν κρειττόνων πτώσεως· καὶ τοὺς μὲν ἐν τοῖς οὐρανίοις ἀπολείπουσι, τοὺς δὲ ἐν Ταρτάρῳ διάγουσι, καὶ ἄλλους περὶ τὴν γῆν κατασπείρουσιν, ἔστι δὲ οὓς καὶ τῇ ὕλῃ ἀποκληροῦσι καὶ τοῖς ὑλαίοις παθήμασι. τοὺς μὲν οὖν ἐγγύς που περιπολοῦντας τῆς οὐρανίου περιφορᾶς ἀληθεῖς φασὶν ἀναδεδειχέναι χρησμοὺς διὰ τὴν πρὸς τὰ κρείττω ἐγγύτητα· τοὺς δέ γε τῇ ὕλῃ συμπεφυκότας ψευδεῖς καὶ πλάνους παντάπασι διορίζονται καὶ βασκάνους μάλιστα τῶν ἀνθρωπίνων ψυχῶν· τοὺς δέ γε περιγείους ἀμφιρρεπεῖς ἀποφαίνονται καὶ ἀμφιβόλους τὴν πρόρρησιν, ἐπεὶ καὶ πᾶσα μεσότης τοῦ μὲν χείρονος ἄκρου κρείττων, τοῦ δὲ κρείττονος χείρων καθίσταται· τὴν δὲ τῶν ὑποχθονίων μερίδα ὡς αὐτῆς τῆς ὕλης τὸν πυθμένα κατειληφότας ἀλογωτέρους πάντῃ τιθέασιν. εἶναι δέ φασι τοὺς μέσους σοφιστὰς ἀκριβεῖς, καὶ ἵνα μὴ τὴν ἑαυτῶν καταλύσωσι δόξαν ἐπιτηδεύειν φασὶ τὸ τῶν ὀνομάτων διπλοῦν, ἵνα ὁπότερον ἂν ἀποβῇ τῶν προαναπεφωνημένων αὐτοῖς, τοῦτο δόξῃ τὸ προρρηθέν. 159 Ταῦτα μὲν οὖν οἱ μέσοι διαιροῦσι φιλόσοφοι· ἐμοὶ δὲ ἀρέσκει μᾶλλον τὰ παρὰ τῶν καθαρῶς ἡμετέρων περὶ τῆς τούτων δεδογμένα προρρήσεως, ὅτι τὰ μὲν τῶν γενησομένων ταχύτερον ἡμῶν προλαμβάνοντες ἄνωθεν ἐξεπίστανται, τὰ δὲ παρ' ἡμῶν στοχαζόμενοι καὶ εἰκάζοντες προμηνύουσιν. Περὶ τοῦ ἐσομένου Εἰ τὸ ἐσόμενον, φῄς, οἶδε θεός, ὅρος ἐστὶν ἀκριβὴς τῆς τούτου ἐκβάσεως ἡ ἐκείνου πρόγνωσις· καὶ συλλογίζῃ ἐντεῦθεν ὡς οὔθ' ὁ πονηρὸς παρὰ τὴν οἰκείαν προαίρεσιν τὸ τῆς κακίας ἀνεμάξατο αἶσχος, οὔθ' ὁ ἀγαθὸς ἐντεῦθεν τὴν τῆς ἀγαθότητος ἕξιν