ἐμμέτροις, ἀλλ' ἡδέως ἔστερξε τὴν κωμῳδίαν. προλ 22 Στίχοι Ἰακώβου τινὸς μοναχοῦ ἀπὸ τῆς μονῆς τοῦ Συγκέλλου κατὰ τοῦ Ψελλοῦ Ὦ δέσποτα Ζεῦ καὶ πάτερ καὶ βακλέα, ὀβριμοβουγάιε καὶ βαρυβρέμων, Ὄλυμπον οὐκ ἤνεγκας κἂν βραχὺν χρόνον· οὐ γὰρ παρῆσαν αἱ θεαί σου, Ζεῦ πάτερ. 22 Ταῦτα ἀκούσας ὁ Ψελλὸς ἐποίησε κανόνα κατὰ τοῦ αὐτοῦ Ἰακώβου οὗ ἡ ἀκροστιχὶς «Μέθυσον Ἰάκωβον εὐρύθμως ᾄδω, Κώνστας» ᾠδὴ αʹ, ἦχος πλ. δʹ. Ἁρματηλάτην Μέθη καὶ πότος καὶ χορός, Ἰάκωβε, / ἡ σὴ πανήγυρις, καὶ συμποτῶν κρότοι / καὶ τρυφαὶ καὶ χάριτες, ὀρχήματα καὶ κύμβαλα / καὶ βοτρύων ἐκθλίψεις καὶ ῥάγες ληνοβατούμεναι / καὶ κοιλίαι πίθων πληρούμεναι. Ἐπιποθήσας τὰς τρυφάς, Ἰάκωβε, / πάσας ἐμίσησας ἀσκητικὰς πράξεις, / πρῶτον τὴν ἐγκράτειαν, τὴν χαμευνίαν ἔπειτα / καὶ τὴν σκληραγωγίαν καὶ τὴν εὐχὴν καὶ τὰ δάκρυα / καὶ τὴν πρὸς θεόν, πάτερ, ἔπαρσιν. Θαυμάτων πέρα ὁ καλὸς Ἰάκωβος, / ὁ τῆς Συγκέλλου μονῆς· ὡς γὰρ ληνὸς ἄλλη / δέχεται τοὺς βότρυας, καὶ σφίγγων ἐν τῷ λάρυγγι / ἀποθλίβει τὸν οἶνον ὥσπερ εἰς πίθον τὸν στόμαχον, / καὶ μεταγγιζόντων οὐ δέεται. Ὑποχωρεῖ σοι καὶ διψάς, Ἰάκωβε, / ζῷον ἀκόρεστον, καὶ πυρετὸς φλέγων / πόσει μὴ σβεννύμενος καὶ ἐμπρησμὸς ἀφόρητος / καὶ κατάξηρον πέδον· ὥσπερ γὰρ ᾅδης ἢ θάλασσα / πίνων οὐκ ἐπλήσθης τὸν στόμαχον. ᾠδὴ βʹ. Οὐρανίας ἁψῖδοσ Σταθηρὸς τὴν καρδίαν / καὶ τὴν ψυχὴν πάντολμος καὶ ἀκαταπτόητος ὤφθης / ῥοφῶν τὸν ἄκρατον· ὅθεν οὐκ ἔπτηξας / οὐδὲ ληνοὺς κενουμένους οὐδὲ πίθους ῥέοντας / ἐν τῇ κοιλίᾳ σου. Ὁ πληρώσας ἀβύσσους / δημιουργὸς κύριος καὶ τὴν τῆς θαλάσσης κοιλίαν / μεστώσας ὕδατος σὴν οὐκ ἐπλήρωσε, / πάτερ, πλατεῖαν γαστέρα· ὡς σωλὴν γὰρ ἅπαντα / κενοῖς δεχόμενος· Νόμος ἔστι σοι, πάτερ, / κανονικῶς κείμενος πάντα σου τοῦ βίου τὸν χρόνον / πίνειν ὡς ἄσαρκος· ὅθεν οἱ ὄρθροι σε / καὶ μέσαι νύκτες πολλάκις ἔχουσι μεθύοντα / καὶ γαστριζόμενον. Ἰωνᾶς μείζων, πάτερ, / νῦν ἐφ' ἡμῖν γέγονας, μένων τῆς ζωῆς σου τὸν χρόνον / ἐν τῇ τοῦ πίθου γαστρί, καὶ ψάλλων ἄπαυστα / οὐ τὸ «Ἀνάγαγε», πάτερ, ἀλλὰ τὸ «Κατάγαγε / εἰς φθορὰν οἴνου με». ᾠδὴ γʹ. Σύ μοι ἰσχύς, κύριε Ἀναπεσὼν / ὕπτιος ἐπὶ τῆς κλίνης σου καὶ γυμνώσας / στῆθος καὶ τὸν τράχηλον καὶ τὸν μηρὸν ἄχρι τῆς αἰδοῦς πίνεις ἀνενδότως, / ἴσως καὶ πέρδεις, Ἰάκωβε, ἐξόδοις τὰς εἰσόδους / ἐκμετρῶν παραχρῆμα καὶ σκορπίζων κακῶς ἃ συνήγαγες. Κανονικῶς / πίνεις ὁ μέγας Ἰάκωβος, οἶνον τάξας / μέλανα καὶ ἄκρατον καὶ μετρητὰς ἀκράτου ποτοῦ κατὰ τὰς αἰσθήσεις / τὰς τῆς ψυχῆς καὶ τοῦ σώματος· τὰς δέκα γὰρ βαπτίζεις / ἐν ἑνὶ νυχθημέρῳ μηδεμίαν καθαίρων ὁ πάντιμος. Ὤφθης ἐν γῇ / ἄμπελος, πάτερ, πολύκαρπος, οἶνον στάζων / πάντοθεν παχύτατον, ἐκ τοῦ λαιμοῦ, ἐκ τῶν ὀφθαλμῶν, ἐκ τῆς κάτω θύρας, / ἀπὸ παντός σου τοῦ σώματος· ἱδρῶτας γὰρ ἐκχέεις, / ἀλλὰ μέθην βαρεῖαν ὡς ἀσκὸς διαρρεύσας, Ἰάκωβε. Βέλει τρωθεὶς / σὺ τὴν καρδίαν ὡς ἔλαφος ἀνενδότως / τρέχεις ἐλαυνόμενος πάσας πιεῖν οἴνου τὰς πηγάς, ὅλους ἐκροφῆσαι / ληνοὺς καὶ πίθους, ἀκόρεστε, καὶ στῆσαί σου τὴν δίψαν / οὐδὲ Νεῖλος ἰσχύει οὐδὲ θάλασσα, πάτερ Ἰάκωβε. ᾠδὴ δʹ. Ἵνα τί με ἀπώσω Οὐ φυτεύσας ἀμπέλους, πάτερ, ἐν τῷ βίῳ σου πολλὰς ἐτρύγησας, οὐδὲ θλίψας βότρυν τοῖς ποσί σου ληνοὺς ὅλους πέπωκας, οὐδὲ ὕδωρ βάλλων / ἐν τῇ φιάλῃ σου τῆς μέθης ἐκροφᾶς θαυμασίως τὸν ἄκρατον. Νυσταγμὸν σοῖς βλεφάροις οὐδὲ τῇ γαστρί σου ἀνάπαυσιν δέδωκας· πίνεις γὰρ τὰς νύκτας ὡς ἀσώματος, πάτερ Ἰάκωβε, χαίρων τῇ καρδίᾳ / τῇ ἐργασίᾳ τῆς μέθης καὶ γελῶν ἀκρατῶς εἰς τὸν