15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
μέτρῳ ἐπιστολῆς. ἀλλ' ἡμεῖς σοι τὸν δυνατὸν τρόπον οὐ πλατύτερον ἑρμηνεύοντες, ἀλλ' οἷον μεταφράζοντες ἐπὶ τὸ σαφέστερον, καὶ τὰ μὲν ἀλληγοροῦντες, τὰ δὲ ἱστορικώτερον λέγοντες, ἀκόλουθον ἑαυτῇ τὴν τοῦ ψαλμοῦ φυλάξομεν ἔννοιαν. Τὰ μὲν οὖν πρῶτα τῆς ᾠδῆς τοῦ ψαλμοῦ καὶ τὴν τούτου ἐπιγραφὴν ἐατέον ἡμῖν, σαφῆ πᾶσιν ὄντα καὶ γνώριμα· ἀρξώμεθα δ' ἐντεῦθεν. «ὁ θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ, ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ, ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις». σκοπὸς γὰρ ἐνταῦθα τῷ προφήτῃ περὶ πολλῶν μὲν καὶ ἄλλων διαλαβεῖν, μάλιστα δὲ τῆς τοῦ κυρίου σαρκώσεως, καὶ ὡς διὰ ταύτης οἱ παραπικραίνοντες τοῦτον καὶ τὸν θάνατον ἀναταλλαξάμενοι τῆς ζωῆς τῆς τε σωτηρίας καὶ τῆς ἀθανασίας κατηξιώθησαν. οὐ γὰρ ἐπειδή, φησί, μέλλει τῇ καθ' ἡμᾶς ἑνωθῆναι φύσει, ἀπέωσται τῆς προτέ ρας αὐτοῦ ἁγιότητός τε καὶ καθαρότητος, ἀλλ' αὐτός τέ ἐστιν ἐν τόπῳ ἁγίῳ αὐτοῦ, καὶ τοὺς μονοτρόπους, ἤτοι πρὸς μόνον αὐτὸν ἐσχηκότας τοῦ θελήματος τὴν ῥοπήν, ἐν οὐρανῷ κατοικίζει (οὗτος γὰρ οἶκος τοῦ κυρίου δοκεῖ) ἐξάγει τε τοὺς πεπεδημένους, κατὰ τοῦ θανάτου ἰσχύσας, οὐ μόνον τοὺς τὸν νόμον αὐτοῦ φυλάξαντας, ἀλλὰ καὶ τοὺς παραπικράναντας καὶ τοὺς παντάπασι στερηθέντας τῆς πρὸς τὰ κρείττω ζωῆς. Ὅτι δὲ προαναφώνησις ταῦτα τῆς οἰκονομίας, δηλοῖ τὸ ἐπαγόμενον. «ὁ θεός» γάρ φησιν «ἐν τῷ πορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου», ἤτοι ἐν τῷ ἐμφανῆ σαυτὸν καθιστᾶν τοῖς τε ἐκ περιτομῆς καὶ πᾶσιν ἔθνεσι, καὶ «ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ», ἤτοι τῇ καθ' ἡμᾶς φύσει ἐρημωθείσῃ παντάπασι τῆς σῆς προστασίας καὶ ἀντιλήψεως, «γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ θεοῦ τοῦ Σινᾶ, ἀπὸ προσώπου τοῦ θεοῦ Ἰσραήλ». ἡ μὲν γὰρ γῆ, ὥσπερ δὴ μὴ χωρήσασα τὸν ἀχώρητον ἢ ὑπενεγκαμένη τὸν ἄστεκτον, σέσεισται· οἱ δὲ οὐρανοί, ἐμπεφραγμένοι τέως τυγχάνοντες, ζωήρρυτον δρόσον ἐστάλαξαν, οὐκ ἀφ' ἑαυτῶν τοῦτο πεποιηκότες, ἀλλ' ἀπὸ προσώπου τοῦ θεοῦ τοῦ Σινᾶ, ἀπὸ προσώπου τοῦ θεοῦ Ἰσραήλ. Εἶτα δὴ αἰνιττόμενος ὁ προφήτης τὸ τῆς οἰκονομίας μυστήριον καὶ ὡς ὁ εὐαγγελικὸς λόγος προηγούμενος ἦν νόμος αὐτῷ, ὁ δὲ Μωσαϊκὸς προχάραγμα μόνον τοῦ ἐσομένου ἐτύγχανεν ὤν, «βροχήν» φησίν «ἑκούσιον ἀφοριεῖς, ὁ θεός, τῇ κληρονομίᾳ σου», οἷον ἐπιρροὴν σωτηριώδη τοῦ παντὸς αἰῶνος προεγνωσμένην σοι. ταύτην οὖν ἀφοριεῖς τῇ κληρονομίᾳ σου, ἥτις «ἠσθένησε» μὲν τοῖς φυσικοῖς τε καὶ παρὰ φύσιν ἐνσχεθεῖσα πάθεσι, «σὺ δὲ κατηρτίσω αὐτήν». «τὰ γὰρ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ», ἅπερ εἰσὶ τὰ τετράμορφα χερουβὶμ καὶ τὰ θεῖα καὶ ἀγγελικὰ ὀχήματα, ἑτοιμάζοντα τὴν τοῦ θεοῦ κληρονομίαν εἰς ὑποδοχὴν τῆς θείας κατα σκηνώσεως. «ἡτοίμασας» γὰρ «ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, ὁ θεός»· διὰ γὰρ τὴν ὑπερβάλλουσάν σου φιλανθρωπίαν τε καὶ χρηστότητα ἐν τῷ καθ' ἡμᾶς γένει τὴν σὴν ἐπιδημίαν ἡτοίμασας. καὶ ἐπειδὴ τὸ τῆς οἰκονομίας ἀπόρρητον δυσπαράδεκτον τοῖς πολλοῖς ἐτύγχανεν ὄν, ὁ τοῦ μονογενοῦς, φησί, πατὴρ «δώσει τοῖς εὐαγγελιζομένοις» τὴν τοῦ υἱοῦ αὐτοῦ παρουσίαν προφητικὴν ῥῆσιν καὶ σύνεσιν δυνάμεως πλήρη πολλῆς. Τίς δ' οὗτος; ὁ κύριος, «ὁ βασιλεύς» φησί «τῶν δυνάμεων τοῦ ἀγαπητοῦ»· τῶν γὰρ ἐξυπηρετουσῶν τῷ υἱῷ θείων δυνάμεων ἀναντίρρητος οὗτος δεσπότης καὶ βασιλεύς. «δώσει» γοῦν «ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ», ὥστε τῇ «ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα». οἴκου δὲ ὡραιότης τὸ κυριακὸν σκήνωμα, ὃ κατεσκήνωσε προσλαβὼν ὁ λόγος, ὃς καὶ «ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων» νενόμισται, δι' οὗ καὶ ὁ δεινὸς καταπεπολέμηται τύραννος καὶ λαφύρων διανέμησις ἐκεῖθεν ἡμῖν προσεγένετο. «ἐὰν» γοῦν, φησί, «κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων», ἤτοι τῶν δύο τοῦ Χριστοῦ διαθηκῶν, ὥστε τὰς μὲν ἐμφάσεις ἀπὸ