83
λέγει, ἀντὶ τοῦ· εἴθε ἤρεσε πρὸ τῆς συμφορᾶς καὶ πρὸς ἃ ἔπραξα ἀπείληφα κατὰ τὸν ἰσότητος λόγον. ὅτι γὰρ περὶ τῶν πρὸ τῆς νόσου καὶ πενίας λέγει, δῆλον ἐξ ὧν φησιν· τὰ δὲ νήπιά μου ταπεινωθείη· καὶ γὰρ ἦσαν ἤδη τεθνηκότες οἱ παῖδες αὐτῷ. 31, 1112 θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος τὸ μιᾶναι ἀνδρὸς γυναῖκα· 261 πῦρ γάρ ἐστι καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὐδ' ἂν ἐπέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν. ἡ γὰρ μοιχεία τὸν θεὸν παροργίζει καὶ ἄφυκτον ἐπάγει τιμωρίαν τῷ δεδρακότι. ὅπου γὰρ ἐὰν στραφῇ, ἀναπολόγητός ἐστιν. τοῦτο γάρ ἐστι τὸ πῦρ τὸ καιόμενον ἐπὶ πάντων τῶν μερῶν, πρόρριζον καταφλέγον τὸν δεδρακότα. 31, 1315 εἰ δὲ καὶ ἐφαύλισα ῥῆμα θεράποντός μου ἢ θεραπαίνης κρινομένων αὐτῶν πρὸς μέ, τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ποιήσῃ ὁ κύριος; ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι; πότερον οὐχ, ὡς ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι γεγόνασιν; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ. ἑτέραν ἰσότητα καὶ δικαιοσύνην ἑαυτοῦ θαυμασίαν λέγει. καὶ γὰρ καὶ τοῖς οἰκέταις μου, φησίν, παρρησίαν παρεῖχον δικάζεσθαι πρὸς μέ, εἴ τι ὑπώπτευον μὴ δίκαιον πάσχειν ὑπ' ἐμοῦ. ἐνηγόμην δὲ εἰς τὸν τοῦ δικαίου λόγον ὑπὸ τῆς φύσεως κατ' ἐμαυτὸν ἐκλογιζόμενος, ὡς πάντες ἄνθρωποι, εἴτε δοῦλοι εἴ τε δεσπόται, μίαν ἔχομεν γενέσεως ἀρχὴν καὶ ἕνα πάντες δεσπότην ἐν οὐρανοῖς, παρ' ᾧ οὐκ ἔστι δοῦλος οὐδὲ ἐλεύθερος, ἀλλ' ὃς ἀπροσωπόληπτος ὢν ἕκαστον ἀπαιτεῖ τὴν πρὸς τὸν ἕτερον ἰσότητα. ἔτασιν οὖν φησιν τὴν ἐξέτασιν, ἐπισκοπὴν δὲ θείαν ἡγεῖται τοὺς ἐλεγμούς· ἐκ ταύτης τῆς ἰσότητος ὁρμώμενος ἐπὶ θεοῦ κρίνεσθαι ἐπόθει τῇ τοῦ θεοῦ πεποιθὼς δικαιοκρισίᾳ. 262 31, 1618 ἀδύνατοι δὲ χρείαν, εἴ ποτε εἶχον, οὐκ ἀπέτυχον. χήρας δὲ τὸν ὀφθαλμὸν {μου} οὐκ ἐξέτηξα. εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος καὶ οὐχὶ ὀρφανῷ μετέδωκα ἐξ αὐτοῦ, ὅτι ἐκ νεότητος ἐξέτρεφον ὡς πατὴρ καὶ ἐκ γαστρὸς μητρὸς ὡδήγησα. περὶ θεοῦ ὑμνοῦντες λέγομεν· τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν καὶ ὀρφανῷ σὺ ἦσθα βοηθός. οἷα τοίνυν τὴν εἰκόνα σῴζων ἀκέραιον ἀπεμιμεῖτο τὸ ἀρχέτυπον. τὸ δὲ οὐκ ἐξέτηξα ἀντὶ τοῦ· οὐκ εἴασα ἀπὸ πενίας ἐκτήκεσθαι. τὸ δὲ ἐπιμερίζειν τὴν τροφὴν τοῖς δεομένοις ὄντως θαυμάσιον. τὸ δὲ ἐκ γαστρὸς ὡδήγησα, ἵνα εἴπῃ ὅτι· κομιδῆ νήπια τὰ ἀπορφανισθέντα παραλαμβάνων μέχρις ἡλικίας ἐξέτρεφον καὶ τέχνας ἐπαίδευον, μέχρι τοσούτου χειραγωγών, ἕως ὅτε τῆς ἐμῆς ἐπικουρίας μὴ σφόδρα δέοιντο. 31, 19 εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα, ἀδύνατοι δὲ εἰ μὴ ηὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν. ἀπὸ τῶν ὤμων τὸ πᾶν ἐσήμανε σῶμα· ἐξ αὐτῶν γὰρ τὸ ὅλον ἱμάτιον ἐξήρτηται. ἐοίκασι δέ πως καὶ εὐπαθέστεροι πρὸς τὰ κρύα τυγχάνειν οἱ ὦμοι· διὰ τοῦτο αὐτῶν ἐμνημόνευσεν. 31, 2122 εἰ ἐπῆρα ὀρφανῷ χεῖρα πεποιθώς, ὅτι πολλὴ βοήθειά μοι περίεστιν, ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός μου, ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνός μου συντριβείη. ὅπερ καὶ ἀνωτέρω ἐλέγομεν, μνημονεύειν χρεών, ὅτι τὸ μὴ εὐεργετεῖν μετὰ τοῦ ἀδικεῖν τάττει, καὶ δεῖ μὴ μόνον κακίας ἀπέχεσθαι, ἀλλὰ καὶ ἀρετῆς ἐπιμελεῖσθαι. οὐ γὰρ μόνον εἶπεν ὅτι· οὐκ ἠδίκουν 263 τοὺς ὀρφανούς, ἀλλὰ καὶ ὅτι· δίκην πατρὸς τὴν αὐτῶν κηδεμονίαν ἐλάμβανον. κλεῖδα δέ φησιν τὸν σύνδεσμον τοῦ ὤμου πρὸς τὸν τράχηλον. 31, 23 φόβος γὰρ κυρίου συνέσχε με, καὶ ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω. ταῦτα δὲ ἔπραττον τῷ θείῳ συνεχόμενος φόβῳ ἐννοῶν ὡς, εἰ ἐπιλάβοιτό μου ὁ θεὸς ἢ ἀδικήσαντος ἢ μὴ εὐεργετήσαντος, ἀνύποιστον ἕξω τὴν τιμωρίαν. 31, 2425 εἰ ἔταξα χρυσίον ἰσχύν μου, εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, εἰ δὲ καὶ ηὐφράνθην πολλοῦ πλούτου γενομένου μοι, εἰ καὶ ἐπ' ἀναριθμήτοις ἐθέμην χεῖρά μου. διαβάλλων τὸν μὴ εἰς τὴν θείαν βοήθειαν, ἀλλ' εἰς τὴν ἰδίαν πεποιθότα περιουσίαν ὁ ψαλμῳδὸς ἔφη· ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ, ἀλλ' ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ. ἐξ ἐναντίας οὖν ὁ δίκαιος εἰς θεὸν τὴν ἐλπίδα κέκτηται. καὶ ὅρα, ὡς ὁ δίκαιος οὐκ εὐφραίνεται ἐπὶ πλούτῳ· εἰ γὰρ καὶ ἐσθότε ὡς παρακολουθήματα ταῦτα τοῖς ἁγίοις δέδοται, πλοῦτος καὶ δόξα,