ἤλπισα, ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνι 32.14.158 «σμόν». οὐκοῦν ὁ σωτὴρ τὸ ῥητὸν τοῦτο περὶ τοῦ Ἰούδα καὶ ἑαυτοῦ φησιν εἰρῆσθαι. ἐν ᾧ ζητήσεις, πῶς ἄνθρωπος εἰρήνης Ἰούδας ἦν 32.14.159 καὶ ἐπ' αὐτὸν ὁ σωτὴρ ἤλπισεν. δηλοῦσθαι οὖν διὰ τούτων νομίζω ὅτι γνησίως ποτὲ ἐπεπιστεύκει· οὐ γὰρ ἂν μηδέποτε υἱὸν εἰρήνης γενόμενον αὐτὸν ἀποστέλλων μετὰ τῶν λοιπῶν ἀποστόλων ἔλεγεν καὶ αὐτῷ· τοῖς γὰρ δώδεκα ἀναγέγραπται εἰρηκέναι τὸ «Εἴπατε, «εἰρήνη τῷ οἴκῳ τούτῳ. καὶ ἐὰν ἐκεῖ ᾖ υἱὸς εἰρήνης, ἡ εἰρήνη «ὑμῶν ἐπ' αὐτὸν ἀναπαύσεται· εἰ δὲ μή γε, ἡ εἰρήνη ὑμῶν ἐφ' 32.14.160 ὑμᾶς ἀνακάμψει». καὶ γὰρ ὅρα μεθ' ὅσα ὁ διάβολος ἔβαλεν αὐτοῦ εἰς τὴν καρδίαν τὰ κατὰ τοῦ σωτῆρος, εἰ καὶ πρὸ ὀλίγου κλέπτης 32.14.161 εἶναι μεμαρτύρηται. οὐκ ἂν δ' οἶμαι ἀρχῆθεν κλέπτης ὢν ἐπι στεύθη τὸ γλωσσόκομον· ἄξιος οὖν τοῦ πιστευθῆναι ὤν, εἰ καὶ 32.14.162 προεγνώσθη μεταπεσούμενος, ἐπιστεύθη. καὶ τηλικοῦτος ἦν ἄν θρωπος εἰρήνης Χριστοῦ, ὡς ἐλπίδας ἀγαθάς ποτε τὸν Ἰησοῦν ἐπ' αὐτῷ, ὡς καλῷ ἀποστόλῳ, ἐσχηκέναι· ἄκουε γὰρ τοῦ «Ἐφ' ὃν 32.14.163 «ἤλπισα». ἐγὼ δ' οἶμαι ὅτι καὶ λόγων ἀπορρήτων τροφιμωτάτων κεκοινώνηκεν τοῖς ἀποστόλοις, ἀπὸ Ἰησοῦ λαβών, περὶ ὧν εἶπεν· 32.14.164 «Ὁ ἐσθίων ἄρτους μου». τὸ δὲ «Ἐμεγάλυνεν ἐπ' ἐμὲ πτέρναν αὐτοῦ» μεταπέφρασται εἰς τὸ «Ἐπῆρεν ἐπ' ἐμὲ * πτέρναν αὐτοῦ», ὡς ταὐτὸν 32.14.165 εἶναι τὸ «Ἐμεγάλυνεν» τῷ «Ἐπῆρεν». καὶ εἰ χρὴ τὴν «Ἐπῆρεν ἐπ'«ἐμὲ τὴν πτέρναν αὐτοῦ» καὶ «Ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμὸν «αὐτοῦ» σαφηνίσαι λέξιν, φήσομεν ὅτι τοῦτο ποιεῖ ὁ λὰξ ἐντείνων τινί· τοιοῦτος δὲ καὶ Ἰούδας ἦν, τὸν υἱὸν τοῦ θεοῦ καταπατῶν. 32.14.166 καὶ τρώγων ἦν μετὰ τοῦ Ἰησοῦ τὸν ἄρτον αὐτοῦ, ὅτε βάψας ὁ Ἰησοῦς τὸ ψωμίον λαμβάνει, καὶ δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτῃ.32.14.167 ἐπῆρεν <δὲ> Ἰούδας ἐπὶ τὸν διδάσκαλον τὴν πτέρναν αὐτοῦ, ὅτε 32.14.168 μετὰ τὸ ψωμίον εἰσῆλθεν ὁ Σατανᾶς εἰς τὸν Ἰούδαν. εἰ δὲ δύναται καὶ τὸ «Ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με» συνεξεταζόμενον τῷ «Ἐπῆρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὐτοῦ» ἀναφέρεσθαι ἐπὶ τὸν Ἰούδαν, γενόμενον ἐν τῇ μερίδι τοῦ Ἰησοῦ καὶ κτῆμα χρηματίσαντα αὐτοῦ καὶ ἀπόστολον, πτέρναν δὲ διὰ τὸ τελευταῖον αὐτὸν γεγο νέναι τροπικῶς λεγόμενον, καὶ αὐτὸς συνεπισκέψει. 32.15.n Ἀπ' ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύητε ὅταν γένηται ὅτι ἐγώ εἰμι. 32.15.169 Τὴν ἀναφορὰν ἡ λέξις αὕτη ἔχει ἐπὶ τὸ προειρημένον τὸ «Οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα τίνας ἐξελεξάμην· ἀλλ' «ἵνα ἡ γραφὴ πληρωθῇ· Ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν «ἐπ' ἐμὲ τὴν πτέρναν αὐτοῦ»· τοῦτο γὰρ τὸ ἐσόμενον, ἵνα ἡ γραφὴ πληρωθῇ περὶ τοῦ ἐπαίροντος ἐπ' ἐμὲ τὴν πτέρναν αὐτοῦ, ὅς ἐστι τρώγων μετ' ἐμοῦ τὸν ἄρτον, ἀπ' ἄρτι λέγω ὑμῖν, καὶ λέγω πρὸ τοῦ γενέσθαι, ἵνα, ἐπὰν γένηται τὸ πληρωθησόμενον τῶν προφη τευθέντων ἐν τῇ γραφῇ, πιστεύσητε ὅτι ἐγώ εἰμι περὶ οὗ ταῦτα πεπροφήτευται, ἀπὸ τοῦ τρώγοντος μετ' αὐτοῦ τὸν ἄρτον ἐπά ραντος τὴν ἑαυτοῦ πτέρναν κατ' αὐτοῦ. 32.15.170 Ζητήσαι δ' ἄν τις πῶς εἴρηται τοῖς μαθηταῖς, ὧν ἔνιψεν τοὺς πόδας ὁ Ἰησοῦς, ὡς μηδέπω πιστεύσασιν ὅτι καὶ αὐτὸς εἴη ὁ χριστός, τὸ «Ἀπ' ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι» καὶ διὰ τοῦτο λέγω «ἵν' ὅταν γένηται πιστεύσητε ὅτι ἐγώ εἰμι» ὁ προφητευθεὶς χριστός. 32.15.171 καὶ ὅρα εἰ δυνάμεθα, μὴ κατηγοροῦντες τῶν τηλικούτων Ἰησοῦ μα θητῶν ὡς οὐδέπω πεπιστευκότων, καὶ τὸ βούλημα σώζειν τοῦ εἰ 32.15.172 πόντος· «Ἵνα πιστεύητε ὅταν γένηται ὅτι ἐγώ εἰμι». ὁ παραλαμ βάνων σοφίας θεωρήματα ἔσθ' ὅτε ἐπὶ προτέροις, δι' ἃ ἤδη σοφός ἐστιν, ἀναλαμβάνει δεύτερα, ἐφ' οἷς οὐ πρότερον ἦν σοφός, καὶ σοφώτερος ἔσται· καθὼς λέγεται καὶ τὸ «Τῶνδε γὰρ ἀκούσας 32.15.173 «σοφός, σοφώτερος ἔσται». ὥσπερ οὖν, εἰ ἐλέγετο τῷ σοφῷ τάδε τινὰ καὶ ἐπεφέρετο· ταῦτά σε ποιεῖ σοφόν· οὐ πάντως ἂν ἐκ τοῦ μὴ σοφοῦ σοφὸν ἐνοήσαμεν ἀλλὰ καὶ ἐκ σοφοῦ σοφώτερον, ὡς ἐπι γινομένης τῆς προκοπῆς καὶ ὁδευούσης ἐπὶ τὴν τελειότητα· οὕτω 32.15.174 μοι νόει καὶ τὸν πιστεύοντα δύνασθαι πιστότερον γενέσθαι. καὶ γὰρ οἱ ἀπόστολοι, προσελθόντες ποτὲ