ἀνακαθαιρομένου, ἄδυτον ηὕρηται κατὰ βάθους πολλοῦ, ἐν ᾧ τὰ μυστήρια τῶν Ἑλλήνων ἐκέκρυπτο. Ταῦτα δὲ ἦν κρανία ἀνθρώπων πολλὰ νέων τε καὶ παλαιῶν, οὓς λόγος κατεῖχε πάλαι ἀναιρεῖσθαι, ὅτι ταῖς διὰ σπλάγχνων μαντείαις ἐχρῶντο οἱ Ἕλληνες, καὶ μαγικὰς ἐτέλουν θυσίας, καταμαγγανεύοντες τὰς ψυχάς. Οἱ οὖν Χριστιανοὶ ταῦτα εὑρόντες ἐν τῷ ἀδύτῳ τοῦ Μιθρείου, σπουδὴν ἔθεντο πᾶσιν ἐν τῷ φανερῷ γέλωτα δεῖξαι τὰ Ἑλλήνων μυστήρια· ἐξεπόμπευον δὲ εὐθὺς γυμνὰ τῷ δήμῳ τὰ κρανία δεικνύοντες. Ταῦτα ὁρῶντες οἱ κατὰ Ἀλεξάνδρειαν Ἕλληνες, καὶ μὴ φέροντες τὸ τοῦ πράγματος ἐπονείδιστον, εἰς ὀργὴν ἐξάπτονται· καὶ πᾶν τὸ παρατυχὸν ὅπλον ποιούμενοι ὥρμησαν κατὰ τῶν Χριστιανῶν, καὶ διὰ πάσης ἰδέας θανάτου ἀνεῖλον πολλοὺς ἐξ αὐτῶν. Τοὺς μὲν γὰρ ξίφεσι, τοὺς δὲ ξύλοις ἢ λίθοις ἀπέκτειναν, ἄλλους δὲ σχοινίοις ἀπέπνιξαν· τινὰς δὲ αὐτῶν καὶ ἐσταύρωσαν, ἐφ' ὕβρει τοῦ σταυροῦ τοῦτον ἐπάγοντες τὸν θάνατον· τοὺς δὲ πλείστους τραυματίας ἐποίησαν. Τότε δὲ, οἷα ἐν τοῖς τοιούτοις φιλεῖ γίνεσθαι, οὐδὲ τῶν οἰκειοτάτων ἀπέσχοντο· ἀλλὰ καὶ φίλος φίλον ἔπληξε, καὶ ἀδελφὸς ἀδελφὸν, καὶ γονεῖς παῖδας, καὶ ἀλλήλων πρὸς φόνον ὥρμησαν. ∆ιὸ καὶ οἱ Χριστιανοὶ τοῦ ἐκκαθαίρειν τὸ Μιθρεῖον ἐπαύσαντο· οἱ δὲ τὸν Γεώργιον τῆς ἐκκλησίας ἐκσύραντες, καμήλῳ τε προσδήσαντες, καὶ σπαράξαντες, σὺν αὐτῇ κατέκαυσαν. 3.3 Ὡς ὁ βασιλεὺς ἐπὶ τῇ Γεωργίου χαλεπῄνας ἀναιρέσει δι' ἐπιστολῆς τῶν Ἀλεξανδρέων καθήψατο. Ἐπὶ μὲν οὖν τῇ Γεωργίου ἀναιρέσει χαλεπῄνας ὁ βασιλεὺς, δι' ἐπιστολῆς τοῦ Ἀλεξανδρέων δήμου καθήψατο. Λόγος δὲ διεδόθη, ὡς ταῦτα εἰς Γεώργιον ἔδρασαν οἱ δι' Ἀθανάσιον ἀπεχθῶς ἔχοντες πρὸς αὐτόν. Ἐγὼ δὲ ἡγοῦμαι μὲν καὶ τοὺς μισοῦντας ἐν ταῖς στάσεσι συνεπιτίθεσθαι τοῖς ἀδικοῦσιν· ἡ μέντοι· τοῦ βασιλέως ἐπιστολὴ τῷ δήμῳ μᾶλλον ἢ Χριστιανοῖς ἐγκαλεῖ. Καὶ φαίνεται δὲ Γεώργιος καὶ πρότερον καὶ μετὰ ταῦτα βαρὺς γεγονὼς καὶ ὀχληρὸς τοῖς πᾶσι· καὶ διὰ τοῦτο ἐξεκαύθη εἰς φιλονεικίαν τὰ πλήθη. Ὅτι δὲ τῷ δήμῳ μᾶλλον ἐγκαλεῖ, αὐτῆς ἐπάκουε τῆς ἐπιστολῆς· Αὐτοκράτωρ Καῖσαρ Ἰουλιανὸς, μέγιστος, σεβαστὸς, Ἀλεξανδρέων τῷ δήμῳ. Εἰ μὴ τὸν Ἀλέξανδρον τὸν οἰκιστὴν ὑμῶν, καὶ πρό γε τούτου τὸν θεὸν τὸν μέγαν, τὸν ἁγιώτατον Σάραπιν αἰδεῖσθε, τοῦ κοινοῦ γοῦν ὑμᾶς καὶ ἀνθρωπίνου καὶ πρέποντος πῶς οὐδεὶς εἰσῆλθε λόγος; προσθήσω δὲ ὅτι καὶ ἡμῶν, οὓς οἱ θεοὶ πάντες, ἐν πρώτοις δὲ ὁ μέγας Σάραπις, ἄρχειν ἐδικαίωσαν τῆς οἰκουμένης, οἷς πρέπον ἦν τὴν ὑπὲρ τῶν ἠδικηκότων ὑμᾶς φυλάξαι διάγνωσιν. Ἀλλ' ὀργὴ τυχὸν ἴσως ὑμᾶς ἐξηπάτησε καὶ θυμὸς, ὅσπερ οὖν εἴωθε τὰ δεινὰ πράττειν, τὰς φρένας μετοικίσας. Εἶτα τῆς ὁρμῆς ἀναστείλαντες, τοῖς παραχρῆμα βεβουλευμένοις καλῶς ὕστερον ἐπηγάγετε τὴν παρανομίαν· οὐδ' ᾐσχύνθητε δῆμος ὄντες τολμῆσαι ταῦτα, ἐφ' οἷς ἐκείνους ἐμισήσατε δικαίως. Εἴπατε γάρ μοι πρὸς τοῦ Σαράπιδος, ὑπὲρ ποίων ἀδικημάτων ἐχαλεπῄνατε Γεωργίῳ; Τὸν μακαριώτατον Κωνστάντιον, ἐρεῖτε δήπουθεν, ὅτι καθ' ὑμῶν παρώξυνεν. Εἶτα εἰσήγαγεν εἰς τὴν ἱερὰν πόλιν στρατόπεδον· καὶ κατέλαβεν ὁ στρατηγὸς τῆς Αἰγύπτου τὸ ἁγιώτατον τοῦ θεοῦ τέμενος, ἀποσυλήσας ἐκεῖθεν εἰκόνας καὶ ἀναθήματα, καὶ τὸν ἐν τοῖς ἱεροῖς κόσμον. Ὑμῶν δὲ ἀγανακτούντων εἰκότως, καὶ πειρωμένων ἀμύνειν τῷ θεῷ, μᾶλλον δὲ τοῖς τοῦ θεοῦ κτήμασιν, ὁ δὲ ἐτόλμησεν ὑμῖν ἐπιπέμψαι τοὺς ὁπλίτας ἀδίκως καὶ παρανόμως καὶ ἀσεβῶς. Ἴσως Γεώργιον μᾶλλον ἢ τὸν Κωνστάντιον δεδοικὼς, ἑαυτὸν παρεφύλαττεν, εἰ μετριώτερον ὑμῖν καὶ πολιτικώτερον, ἀλλὰ μὴ τυραννικώτερον πόρρωθεν προσεφέρετο. Τούτων οὖν ἕνεκεν ὀργιζόμενοι τῷ θεοῖς ἐχθρῷ Γεωργίῳ, τὴν ἱερὰν αὖθις ἐμιάνατε πόλιν, ἐξὸν ὑποβάλλειν αὐτὸν ταῖς τῶν δικαστῶν ψήφοις. Οὕτω γὰρ ἐγίνετο ἂν οὐ φόνος οὐδὲ παρανομία τὸ πρᾶγμα, δίκη δὲ ἐμμελὴς, ὑμᾶς μὲν ἀθῴους πάντῃ φυλάττουσα, τιμωρουμένη μὲν τὸν ἀνίατα δυσσεβήσαντα, σωφρονίζουσα δὲ τοὺς ἄλλους πάντας, ὅσοι τῶν θεῶν ὀλιγωροῦσι, καὶ προσέτι τὰς τοιαύτας πόλεις καὶ τοὺς ἀνθοῦντας δήμους ἐν οὐδενὶ τίθενται, τῆς