1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

83

ὑπέταξε χαλινῷ καὶ μέντοι καὶ τὰ Σκυθικὰ ἔθνη τοῖς σκήπτροις ὑποκύπτειν ἠνάγκασε· τὴν δὲ τῶν ἁλιέων καὶ τοῦ σκυτοτόμου καταλῦσαι νομοθεσίαν οὐκ 9.22 ἴσχυσεν. Καὶ Ἀδριανὸς τῶν μὲν τὸν Ἰησοῦν ἐσταυρωκότων ἄρδην τὴν πόλιν κατέλυσε, τοὺς δὲ τούτῳ πεπιστευκότας ἀφεῖναι τὴν ἐκείνου δουλείαν οὐκ ἔπεισεν. Καὶ Ἀντωνῖνος δὲ ὁ μετ' ἐκείνους καὶ Οὔηρος ὁ ἐξ ἐκείνου πολλὰ μὲν καὶ λαμπρὰ κατὰ βαρβάρων τρόπαια ἐστησάτην καὶ αὐτόνομον βίον ἀσπαζομένοις τὸν τῆς δυναστείας ἐπιτεθεικάτην ζυγόν· τοὺς δὲ τοῦ σωτηρίου σταυροῦ τὸν ζυγὸν φέρειν ἠγαπηκότας οὔτε ἐπεισάτην οὔτε ἠναγκασάτην καταλιπεῖν ὃν ἠγάπησαν, καὶ ταῦτα πολλαῖς μὲν ἀπειλαῖς δεδιξάμενοι, παμπόλλαις δὲ τιμωρίαις χρησάμενοι. 9.23 Καὶ ἵνα Κόμοδον καταλίπω καὶ Μαξιμιανὸν καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ἄχρις Αὐρηλιανοῦ καὶ Κάρου καὶ Καρίνου βεβασι λευκότας, τίς ἀγνοεῖ τὴν ∆ιοκλητιανοῦ καὶ Μαξιμιανοῦ καὶ Μαξεντίου καὶ Μαξιμίνου καὶ Λικινίου κατὰ τῆς εὐσεβείας μα νίαν; οὐ γὰρ καθ' ἕνα γε οὗτοι οὐδὲ κατὰ δύο ἢ τρεῖς τοὺς τῷ Χριστῷ πεπιστευκότας, ἀλλ' ἀγεληδὸν κατηκόντιζον καὶ κατὰ 9.24 χιλίους καὶ μυρίους ἀνῄρουν. Ἐν δέ τισι πόλεσι καὶ τὰς ἐκκλησίας ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων πεπληρωμένας ἐνέπρησαν· καὶ κατ' αὐτήν γε τὴν τοῦ σωτηρίου πάθους ἡμέραν, ἐν ᾗ καὶ τοῦ πάθους καὶ τῆς δεσποτικῆς ἀναστάσεως τὴν μνήμην πανηγυ ρίζομεν, ἁπάσας τὰς ἐν τῇ Ῥωμαίων ἡγεμονίᾳ κατέλυσαν ἐκκλησίας. 9.25 Ἀλλὰ τὰς μὲν τῶν λίθων ἁρμονίας διέλυσαν, τὴν δὲ τῶν ψυχῶν εὐσέβειαν οὐ κατέλυσαν. Ὁποῖα δὲ κατὰ Χριστιανῶν κἀν τῇ Ἰουλιανοῦ τετόλμηται βασιλείᾳ, ἴσασι μὲν οἱ γεγηρακότες, ἀκηκόαμεν δὲ καὶ ἡμεῖς διηγουμένων τῶν τὴν τραγῳδίαν ἐκείνην ἑωρακότων· ἀλλ' οὗτοι ἅπαντες, τοσοῦτοί γε ὄντες καὶ τοσαύτην ἰθύνοντες βασιλείαν καὶ τοσούτων βαρβάρων καταλύσαντες θράσος καὶ λαμπρῶς ἐν πολέμοις ἠριστευκότες, ἀποχειροβιώτων ἀνθρώ πων καὶ ἀγροίκων καὶ πενίᾳ ξυζώντων καὶ γυναικῶν ἐκ ταλα σιουργίας ποριζομένων τὸν βίον, μυρίαις χρησάμενοι μηχαναῖς, 9.26 οὐκ ἐκράτησαν. Καὶ τί λέγω ἄνδρας τε καὶ γυναῖκας; οὐδὲ γὰρ μειρακίων τὰ πρῶτα στοιχεῖα πεπαιδευμένων τὰς περὶ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐκβαλεῖν ἠδυνήθησαν δόξας· καὶ κορυβαν τιῶντες καὶ λυττῶντες καὶ τεχνάσμασι καὶ σοφίσμασι κεχρημένοι μυρίοις, τοὺς τῶν ἁλιέων οὐ κατέλυσαν νόμους, ἀλλ' ἰσχυροτέ ρους πολλῷ πολεμοῦντες ἀπέφηναν καὶ ἀτεχνῶς ἐῴκεσαν τοῖς σβεννύναι μὲν ἐθέλουσι φλόγα, ἔλαιον δὲ ταύτῃ προσφέρουσι καὶ 9.27 σφοδροτέραν ἐργαζομένοις. Καὶ γὰρ δὴ καὶ οὗτοι τῷ κατὰ τῆς εὐσεβείας πολέμῳ κατάδηλον εἰργάσαντο τῆς ἀληθείας τὸ κράτος. Καὶ καθάπερ πάλαι τὴν βάτον ἐκείνην καῖον τὸ πῦρ οὐ κατέ καιεν, οὕτως τοὺς πολεμουμένους τὰ τῶν πολεμούντων οὐκ ἀνήλισκε βέλη· ἀλλ' ὥσπερ τῶν δρυτόμων τὰ δένδρα τεμνόντων, πολλῷ πλείους τῶν τεμνομένων ἐκ τῶν ῥιζῶν παραφυάδες βλαστάνουσιν, οὕτω δὴ τηνικαῦτα τῶν εὐσεβῶν ἀναιρουμένων, πολλαπλάσιοι τῇ τῶν εὐαγγελίων διδασκαλίᾳ προσῄεσαν, καὶ τὸ αἷμα τῶν ἐκτμηθέντων ἀρδεία τοῖς νεοφύτοις ἐγίνετο. 9.28 Καὶ μαρτυρεῖ τὰ ὁρώμενα· μυριοπλάσιοι γὰρ τῶν πάλαι πε πιστευκότων οἱ νῦν τῷ τῆς πίστεως ὀνόματι καλλυνόμενοι. Τῶν γὰρ πολεμίων οἱ παῖδες, τὴν τῶν πατέρων βδελυξάμενοι λύτταν, εἰς τὴν τῶν πολεμουμένων μετέβησαν φάλαγγα· καὶ φροῦδα μὲν τὰ τῶν Ἑλλήνων καὶ παντελεῖ παραδέδοται λήθῃ, τέθηλε δὲ τὰ τῶν ἁλιέων, καὶ ὁ παρὰ τούτων κηρυττόμενος Θεὸς εἶναι τῶν ὅλων πεπίστευται. Καὶ τῶν ταῦτα φρονούντων πλήρεις 9.29 μὲν αἱ πόλεις, πλήρεις δὲ αἱ κῶμαι, ἐλεύθερα δὲ τοῦ πλάνου τὰ ὄρη, ἀντὶ γὰρ τῶν βωμῶν ἐκείνων καὶ τῆς παλαιᾶς ἐξα πάτης οἱ τῶν ἀσκητῶν ταῦτα οἰκοῦσι χοροῖ, τὸν ἐσταυρωμένον ὑμνοῦντες καὶ τὸν ἐκείνου Πατέρα καὶ τὸ πανάγιον Πνεῦμα. 9.30 Εἰ δέ τις ὑπείληφε τὴν τῶν βασιλέων εὐσέβειαν κρατῦναι τῶν ἁλιέων τὰ δόγματα, καὶ ταύτῃ δείκνυσι τὴν τουτωνὶ τῶν δογμά των ἰσχύν. Οὐ γὰρ ἂν καὶ νόμων παλαιῶν κατεφρόνησαν καὶ ξυγγραμμάτων ἀρχαίων