83
οὐ μεταδόντες. Αἰνίττεται δὲ διὰ τοῦ προτέρου τὸν Ἀχιτόφελ, οὐ μόνον χωρι σθέντα, ἀλλὰ καὶ τὰς ὀλεθρίους εἰσενεγκόντα βουλάς. Καὶ ἄλλοι δὲ, ὡς εἰκὸς, ταῦτα δεδράκασιν ἐκείνῳ· μᾶλλον δὲ τὸ πλεῖστον τοῦ Ἰσραὴλ, καὶ αὕτη δὲ ἡ τοῦ Ἰούδα φυλὴ σὺν τῷ Ἀβεσσαλὼμ ἐστρατεύσατο. Αὐτίκα τοίνυν μετὰ τὴν τοῦ πατρα λοίου σφαγὴν, ἀλλήλοις παρεκελεύοντο φθάσαι τὰς ἄλλας φυλὰς, καὶ ἐπαναγαγεῖν εἰς τὰ βασίλεια τὸν βασιλέα ∆αβίδ. ιγʹ. "Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου. Καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν μα ταιότητα, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέ τησαν." Γεγυμνωμένον με τῶν φίλων οἱ πολέμιοι θεασάμενοι, τὰς κατ' ἐμοῦ ῥάπτοντες διετέλουν ἐπι βουλὰς, τῆς ἐμῆς σφαγῆς ἐφιέμενοι. ιδʹ, ιεʹ. "Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὑτοῦ. Καὶ ἐγε νόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὑτοῦ ἐλεγμούς." Τοῦτο ἡ ἱστορία διδάσκει σαφέστερον. Καὶ γὰρ τοῦ Ἀβεσσαλὼμ τοῦ πατρὸς αἰτιωμένου τὰς ψήφους, καὶ πρὸς ἑαυτὸν ἐφελκομένου τῶν δικαζομένων τοὺς ἡττωμένους, ὁ μακάριος ἐμακροθύμει ∆αβίδ. Καὶ τοῦ Σεμεεὶ λοιδορουμένου, καὶ γλώττῃ καὶ χειρὶ βάλλοντος, σιγῶν τὰς ὕβρεις ἐδέχετο· καὶ τὸν Ἀβεσσὰ πειρα θέντα δίκας τὸν ἀλιτήριον πράξασθαι διεκώλυεν, εἰρηκὼς, "Ἄφετε αὐτὸν καταρᾶσθαί με, ὅτι Κύ ριος προσέταξεν αὐτὸν καταρᾶσθαι τὸν ∆αβίδ." ιʹ, ιζ. "Ὅτι ἐπὶ σοὶ, Κύριε, ἤλπισα, σὺ εἰσ ακούσῃ, Κύριε ὁ Θεός μου. Ὅτι εἶπον, Μή ποτε ἐπι χαρῶσί μοι οἱ ἐχθροί μου, καὶ ἐν τῷ σαλευθῆναι πόδας μου, ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησαν." Ταύτῃ δὲ, φησὶ, χρώμενος τῇ καρτερίᾳ διετέλουν εἰς σὲ τὴν ἐλπίδα ἔχων, καὶ σοὶ τὴν ἐμαυτοῦ κρίσιν δι δοὺς, καὶ ἱκετεύων, μὴ ἐπίχαρτος γενέσθαι τοῖς πολεμίοις, μηδὲ τὴν ἐμὴν ἧτταν πρόφασιν αὐτοῖς ἀλαζονείας γενέσθαι. ιηʹ. "Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος· καὶ ἡ 80.1144 ἀλγηδών μου ἐνώπιόν μού ἐστι διὰ παντός." Ἄξιόν με, φησὶ, μαστίγων ἡ ἁμαρτία πεποίηκε· διόπερ ἐμαυτὸν ὑποτίθημι ταῖς τιμωρίαις· ἐφίεμαι γὰρ τῆς θεραπείας, ταῖς τῆς ἁμαρτίας ὀδύναις κεντού μενος. ιθʹ. "Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου." ∆ιὰ δὲ τοῦτο καὶ κατήγορος ἐμαυτοῦ γίνομαι, καὶ πᾶσαν φροντίδα τῆς ὑγιείας ποιήσομαι. κʹ, καʹ. "Οἱ δὲ ἐχθροί μου ζῶσι, καὶ κεκραταίων ται ὑπὲρ ἐμέ· καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγα θῶν." -"Σοὶ γὰρ, φησὶ, μόνῳ ἥμαρτον, ∆έσποτα, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα." Ἐκεῖνοι δὲ πολλὰς πολλάκις παρ' ἐμοῦ εὐεργεσίας δεξάμε νοι, τοῖς ἐναντίοις ἀμείβονται, καὶ μείζονά μου προσεκτήσαντο ῥώμην. "Ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην." Πάλιν τὸν Ἀβεσσα λὼμ διὰ τούτων παραδηλοῖ, τὰς κρίσεις αὐτοῦ δια βάλλοντα καὶ ἀδίκους ἀποκαλοῦντα. Καὶ ἐπειδὴ υἱὸς ἦν πατροκτόνος γενέσθαι φιλονεικῶν, εἰκότως ἐπήγαγε· "Καὶ ἀπέῤῥιψάν με τὸν ἀγαπητὸν, ὡς νεκρὸν ἐβδελυγμένον. Ὃν γὰρ ἀγαπᾷν ἔδει κατὰ τοὺς τῆς φύσεως νόμους, τοῦτον ὡς δυσώδη νεκρὸν ἐμυσάττετο. Ἁρμόττει δὲ τοῦτο καὶ τῷ ἀχα ρίστῳ λαῷ, ὃς μυρίας εὐεργεσίας παρὰ τοῦ ∆αβὶδ δεξάμενος, καὶ τῶν ἀλλοφύλων δι' αὐτοῦ κρείττων γενόμενος πολλάκις, ἀγνώμων ἐδείχθη περὶ τὸν εὐεργέτην. κβʹ, κγʹ. "Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου." Ὑπὸ τοσούτων, φησὶ, περικλυζόμενος ἀλγεινῶν, σὲ τὸν ἐμὸν Θεὸν καὶ ∆εσπότην ἀντιβολῶ, μὴ γυμνῶσαί με τῆς συν ήθους προνοίας, ἀλλὰ μεταδοῦναι ῥοπῆς, καὶ σωτη ρίαν χαρίσασθαι.
ΕΡΜΗΝ. ΤΟΥ ΛΗʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, τῷ Ἰδιθούμ· ᾠδὴ τῷ ∆αβίδ." Τινὲς τῶν συγγραφέων τῷ
Ἰδιθοὺμ ἀνέθεσαν τὸν ψαλμὸν, καὶ ἔφασαν αὐτὸν γεγραφέναι τοῦτον. Ἡ δὲ ἐπιγραφὴ τοὐναντίον διδάσκει, ὅτι τοῦ μὲν ∆αβὶδ ὁ ψαλμὸς, τῷ δὲ Ἰδιθοὺμ, ὡς τὸν τῶν ᾀδόντων πεπιστευμένῳ χορὸν, εἰς τὸ ψάλλειν ἐδόθη. Εἰς τὸ τέλος δὲ ἡμᾶς παραπέμπει, ἐπειδὴ τῆς ἀνθρωπί νης φύσεως τραγῳδεῖ τὴν εὐτέλειαν, καὶ τὸ ταύ της