83
συνέσει διαφέρουσα, καὶ ἐδόξασα τὸν ἀγαθὸν θεὸν ἡμῶν, ὃς συνήγαγεν ὑμᾶς τοσοῦτον πλῆθος ἐπὶ τὸ αὐτὸ τῷ σταυροφόρῳ βίῳ δουλεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. τίνα οὖν ἐπαινέσω, τὴν καθηγουμένην πλέον ἢ ὑμᾶς τὰς ἑπομένας καὶ ὑποτασσομένας; ἀμφότεραι ἐγκωμίων πλήρεις, αἴνων καὶ ἐπαίνων· καὶ οὐ μόνον κατὰ τὸ συναφὲς τῆς πνευματικῆς ζωῆς, ἀλλ' ὅτι καὶ βίῳ ἠκριβωμένῳ κατά τε ἐγκράτειαν καὶ τὴν ἐφ' ἑαυταῖς δουλείαν καὶ πᾶσαν διακονίαν, καθὰ μεμάθηκα, διατηρεῖσθε. Εὐλογημέναι ὑμεῖς ἐν Κυρίῳ· μακάριον τὸ σύνταγμα ὑμῶν· αἰνετὸν τὸ πολίτευμα ὑμῶν. πᾶσαι νύμφαι Χριστοῦ· ἑκάστη παρθένος, ᾀσματικῶς εἰπεῖν, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη, ῥόδον εὐοσμίας θεοῦ, κρῖνον ἀχραντίας. ὢ καλοῦ παραδείσου· ὢ λειμῶνος θεοτερποῦς. Χριστὸς ἐν μέσῳ ὑμῶν, ὅς ἐστι τὸ ξύλον τῆς ζωῆς. Ἀλλ' ἐπειδὴ πρὸς πεῖραν καὶ δοκιμὴν ἀρετῆς ἔστι καὶ τὸ φυτὸν τὸ ἀπειρημένον, ὅπερ ὡραῖον εἰς κατανόησιν, οὐ μὴν ὅπερ φαίνοιτό ἐστιν, ἀλλὰ πικρὸν καὶ θανάσιμον τῇ μεταλήψει (καὶ τί τοῦτο ἀλλ' ἡδονή, ὑφ' ἧς ἑάλω Εὔα ἡ προμήτωρ;), ὑπομνήσκομεν καὶ παραινοῦμεν μήποτε ἅψασθαι ὑμᾶς τοῦ θανασίμου καρποῦ, ἀλλὰ μεταλαμβάνειν τῆς ἐντολῆς τοῦ πανωραίου καὶ ἀληθινοῦ ὡς ἀληθῶς καρποῦ, ὑπακοῇ καὶ ταπεινοφροσύνῃ κεχρημένας, ἀγάπῃ τῇ εἰς ἀλλήλας καὶ ἀφθονίᾳ, ἀκτημοσύνῃ καὶ εἰρηνοποιΐα. οὕτω γὰρ βιοῦσαι δοξάσοιτε τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι, καθὰ βοᾷ ὁ ἱερὸς ἀπόστολος· οὕτω καὶ μᾶλλον πληθυνθήσεσθε· οὕτω κἀνταῦθα ὀνομασθήσεσθε ὀνόματι ὁσιότητος καὶ ἐν τῷ μέλλοντι αἰῶνι συνδοξασθήσεσθε· εἴπερ γὰρ συμπάσχομεν, καὶ συνδοξασθησόμεθα, γέγραπται. καὶ τί λοιπὸν ὡραιότερον ὑμῶν; τί δὲ σεβασμιώτερον θυγατέρας θεοῦ καλεῖσθαι, ἀναθήματα ἱερά, ναοὶ παρθενίας; Ἐπεὶ οὖν ταῦτα, χαίρετε, ἀδελφαί, ἐν Κυρίῳ, χαίρετε, μισοῦσαι τὴν χαρὰν τοῦ κόσμου, μισοῦσαι τὸ πρὸς τοὺς κατὰ σάρκα ἰδίους προσπαθές, μισοῦσαι τὸ κλῆρον ἔχειν ἐπὶ γῆς, μισοῦσαι τὰ κατὰ κόσμον ἐραστὰ ἅπαντα. ἐπείπερ ὑμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς, καὶ κληρουχία ἡ βασιλεία τῶν οὐρανῶν, καὶ νυμφίος αὐτὸς Χριστός, ὁ κεκληκὼς ὑμᾶς ὀπίσω αὐτοῦ ἀκολουθεῖν καὶ εἰσάξων διὰ τελειώσεως εἰς τὸν ἐπουράνιον νυμφῶνα μετὰ τῶν φρονίμων παρθένων. Ταῦτα δὴ ἐπ' ὀλίγον, ὡς ἂν γνῶτε ὅτι ἐν Πνεύματι Ἁγίῳ ὡς ἀδελφὰς ὑμᾶς λελογίσμεθα καὶ ἐπευχόμεθα τὰ κρείττονα. 66 {1Μαρίᾳ παρθενευούσῃ}1 Ἐπειδὴ καὶ ἅπαξ καὶ δὶς ἀποστολὰς ἐφθάσαμεν παρὰ τῆς τιμιότητός σου δέξασθαι, ἀναγκαῖον ἐκρίναμεν μὴ μόνον ψιλῇ προσρήσει, ἀλλὰ καὶ διὰ γράμματος προσαγορεῦσαι τὴν σεμνοπρέπειάν σου· καὶ οὐ τοσοῦτον διὰ τὰς ἀποστολάς, ὅσον διὰ τὴν σεμνότητά σου· μανθάνομεν γὰρ ὅτι τὸν ἐν παρθενίᾳ βίον εἱλαμένη δουλεύειν τῷ Κυρίῳ κατεδέξω ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. τί γὰρ κρεῖττον παρθενίας, ἧς ἡ μέριμνα πῶς ἀρέσει τῷ Κυρίῳ, πῶς ἐπιτεύξεται τῶν μελλόντων ἀγαθῶν, πῶς δυνηθείη διαδράσαι τὰς πολυπλόκους μεθοδείας τοῦ διαβόλου; ἡ δὲ ὑπὸ γάμον τελοῦσα τοὐναντίον, πῶς ἀρέσει τῷ ἀνδρί, πῶς τὰ τοῦ κόσμου εὖ διαθείη, ἡ περικλυζομένη τοῖς ἁλμυροῖς κύμασι τοῦ βίου ἐν τῷ φροντίζειν περὶ τέκνων τε καὶ δούλων καὶ δουλίδων καὶ πρό γε τούτων τὰ περὶ ἀρέσκειαν τοῦ ἀνδρός, οὕπω δυναμένη ὑπερανεστάναι τῶν στροφῶν τοῦ κόσμου καὶ τῷ τῆς διανοίας πτερῷ κουφίζεσθαι πρὸς Κύριον. Σὺ οὖν, ὦ καλλίστη γυναικῶν, μακαρία ὡς ἀληθῶς καὶ τρισμακαρία, ὅτι τὴν ἀγαθὴν μερίδα ἐξελέξω μετὰ Μαρίαν ἐκείνην τὴν ἀοίδιμον, οἱονεὶ παρακαθεζομένη παρὰ τοὺς πόδας Ἰησοῦ καὶ ἀκούουσα δι' ἀπραγμονεστέρου βίου τὸν λόγον αὐτοῦ. ἡγίασας ἑαυτὴν ὡς κειμήλιον θεῷ ἀναθεμένη τὴν ζωήν σου. ἐξευγένισας, τὸ αἷμά σου ἐν Πνεύματι Ἁγίῳ, καλὸν ὑπόδειγμα ἑαυτὴν προθεμένη. τί γὰρ καὶ κερδήσουσιν αἱ ὑπὸ ζυγόν, εἰ μή τι ἄρα ἐκζητήσοιεν καὶ ψηλαφήσοιεν καὶ αὐταὶ τὸν θεὸν καθ' ὅσον οἷόν τε; οὐχὶ πᾶσαι συζυγίαι ἀποζεύγνυνται διὰ θανάτου; οὐχ ὡς ὄναρ τὰ ὡραῖα τοῦ