83
μίαν. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ ηʹ. αʹ. γ ϛʹ. ιεʹ. ϛʹ. δʹ. 172 Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ τῆς δʹ ἰνδικτιῶνος τὰ προοίμια τῆς τοῦ θεοῦ ὀργῆς ἐπῆλθον τῇ πόλει Ἀντιοχείᾳ. ἐμπυρισμὸς γὰρ μέγας γέγονεν ἀοράτως ἐν τῷ μέσῳ τῆς πόλεως, ὅστις προεμήνυσε τὴν μέλλουσαν ἔσεσθαι τοῦ θεοῦ ἀπειλήν. ἀνήφθη γὰρ τὸ πῦρ ἀπὸ τοῦ μαρτυρίου τοῦ ἁγίου Στεφάνου καὶ ἕως τοῦ πραιτωρίου τοῦ στρατηλάτου ἔφθασεν. αὕτη ἐγένετο ἀρχὴ ὠδίνων. ἐγένοντο δὲ οἱ ἐμπρησμοὶ ἐπὶ μῆνας ἕξ, καὶ ἐκάησαν οἶκοι πολλοί, καὶ ἀπέθανον λαοὶ πολλοί. καὶ οὐδεὶς ἠδύνατο γνῶναι, πόθεν τὸ πῦρ ἀνήπτετο· ἐκ γὰρ τῶν κεράμων τῶν πενταστέγων ἀνελάμβανεν. κατὰ δὲ πρεσβείαν Εὐφρασίου τοῦ πατριάρχου ἐφιλοτιμήσατο ὁ βασιλεὺς τῇ πόλει κεντηνάρια δύο χρυσίου. τῷ δὲ Μαίῳ μηνὶ κʹ τῆς αὐτῆς δʹ ἰνδικτιῶνος, ὥρᾳ ζʹ, ὑπατεύοντος ἐν Ῥώμῃ Ὀλυβρίου ἔπαθεν ὑπὸ θεομηνίας Ἀντιόχεια ἡ μεγάλη τῆς Συρίας πάθος ἀνεξήγητον. τοσοῦτον γὰρ ἡ ὀργὴ τοῦ θεοῦ ἐπῆλθεν ἐπ' αὐτήν, ὥστε πτωθῆναι σχεδὸν πᾶσαν τὴν πόλιν καὶ τάφον τῶν οἰκητόρων γενέσθαι. τινὰς δὲ καταχωσθέντας καὶ ἔτι ζῶντας ὑπὸ τὴν γῆν πῦρ ἐκ τῆς γῆς ἐξελθὸν κατέφλεξεν. καὶ ἕτερον πῦρ ἐκ τοῦ ἀέρος, ὡς σπινθῆρες, κατήρχετο καὶ κατέκαιεν, ὥσπερ ἀστραπή, τὸν εὑρισκόμενον· καὶ ἐσείετο ἡ γῆ ἐπὶ ἐνιαυτὸν ἕνα. Κόσμου ἔτη ϛιθʹ. Τῆς θείας σαρκώσεως ἔτη φιθʹ. Ῥωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη θʹ. θʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. βʹ. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη δʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ιϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. ζʹ. Ἀντιοχείας ἐπίσκοπος Εὐφράσιος ἔτη εʹ. εʹ. Τούτῳ τῷ ἔτει τοῦ σεισμοῦ ἐπικρατοῦντος Εὐφράσιος, ὁ ἐπίσκοπος Ἀντιοχείας, κατεχώσθη ὑπὸ τοῦ σεισμοῦ καὶ ἀπέθανεν· καὶ πᾶς οἶκος καὶ ἐκκλησία κατέπεσον, καὶ τὸ κάλλος τῆς πόλεως ἠφανίσθη. καὶ οὐ γέγονε τοιαύτη θεομηνία ἐν ἄλλῃ πόλει ἐν πάσαις 173 ταῖς γενεαῖς. ὁ δὲ εὐσεβέστατος βασιλεὺς Ἰουστῖνος ταῦτα μαθὼν μεγάλως ἤλγησε τὴν ψυχήν, ὥστε ἐπῇρε τὸ διάδημα ἐκ τῆς κεφαλῆς αὐτοῦ καὶ τὴν πορφύραν καὶ ἐπένθησεν ἐν σάκκῳ ἐπὶ ἡμέρας πολλάς, ὥστε καὶ τῇ ἑορτῇ προσελθὼν ἐν τῇ ἐκκλησίᾳ οὐ κατεδέξατο φορέσαι τὸ στέμμα ἢ τὴν χλαμύδα· ἀλλ' οὕτω λιτῶς προσῆλθε μαντίον πορφυροῦν φορέσας καὶ κλαίων ἐπὶ πάσης τῆς συγκλήτου· καὶ πάντες ἔκλαιον σὺν αὐτῷ πενθικὰ φοροῦντες. ἀπέστειλε δὲ ὁ βασιλεὺς εὐθέως Καρῖνον τὸν κόμητα δοὺς αὐτῷ κεντηνάρια πέντε πρὸς ἐκχοϊσμόν, εἴ πως δυνηθῇ σῶσαί τινας, καὶ τὰ καταχωσθέντα πράγματα διασῶσαι ἐκ τῶν λῃστῶν καὶ ἁρπάγων. καὶ πάλιν ἀπέστειλεν ὄπισθεν αὐτοῦ τὸν πατρίκιον Φωκᾶν τὸν Κρατεροῦ, καὶ τὸν πατρίκιον Ἀστέριον, τὸν ἀπὸ ἐπάρχων, ἄνδρας σοφούς, δοὺς αὐτοῖς χρήματα πάμπολλα πρὸς ἀνακαινισμὸν τῆς πόλεως. τῷ δὲ Ἀπριλλίῳ μηνὶ αʹ τῆς αὐτῆς εʹ ἰνδικτιῶνος, τῇ ἑορτῇ τοῦ πάσχα, ἀσθενήσας ὁ βασιλεὺς Ἰουστῖνος προεχειρίσατο ἔτι ζῶν εἰς βασιλέα Ἰουστινιανόν, τὸν ἴδιον ἀνεψιόν, καὶ ἔστεψεν αὐτόν· καὶ συνεβασίλευσεν αὐτῷ μῆνας δʹ. τῷ δὲ Αὐγούστῳ μηνὶ τῆς αὐτῆς εʹ ἰνδικτιῶνος ἐτελεύτησεν ὁ εὐσεβέστατος Ἰουστῖνος καταλιπὼν βασιλέα τὸν Ἰουστινιανόν. Τοῦ δὲ Εὐφρασίου, ἐπισκόπου Ἀντιοχείας, τελευτήσαντος, Ἐφραΐμιος ὁ Ἀμιδηνός, κόμης ἀνατολῆς ὢν ἐν τῷ χρόνῳ ἐκείνῳ, ἐχειροτονήθη ἀντ' αὐτοῦ, ὅστις ζῆλον θεῖον κατὰ τῶν ἀποσχιστῶν ἐνεδείξατο. 174 Κόσμου ἔτη ϛκʹ. Τῆς θείας σαρκώσεως ἔτη φκʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. αʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. γʹ. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη δʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ιζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. ηʹ. Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη ιηʹ. αʹ. Τούτῳ τῷ ἔτει μόνος κρατήσας τὴν βασιλείαν ὁ μέγας Ἰουστινιανὸς προεβάλετο κόμητα ἀνατολῆς Πατρίκιον τὸν Ἀρμένιον, ᾧ τινι δέδωκε χρήματα