84
καὶ Ἀλεξάνδρου καὶ Ἄννα πληγὰς λαβόντες, χαίροντες ἐξῄειμεν, ὅτι κατηξιώθημεν ὑπὲρ τοῦ ὀνόματος τοῦ σωτῆρος ἡμῶν τοιαῦτα παθεῖν· καὶ ὑμεῖς χαίρετε τοιαῦτα πάσχοντες, ὅτι μακάριοι γενήσεσθε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Καὶ τοὺς διωκομένους δὲ διὰ τὴν πίστιν καὶ πόλιν ἐκ πόλεως φεύγοντας διὰ τὴν ἐντολὴν τοῦ Κυρίου προσλαμ βάνεσθε, ἀντιλαμβανόμενοι αὐτῶν καὶ προσδεχόμενοι αὐτοὺς ὡς μάρτυρας, χαίροντες, ὅτι κοινωνοὶ τοῦ διωγμοῦ αὐτῶν γεγένησθε, γινώσκοντες αὐτοὺς ὑπὸ τοῦ Κυρίου μεμακα ρίσθαι. Φησὶν γὰρ αὐτός· «Μακάριοί ἐστε, ὅταν ὀνει δίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.» Καὶ πάλιν· «Eἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν.» Καὶ ἑξῆς· «Ἐὰν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην, ὅτι ἐν τῷ κόσμῳ τούτῳ θλῖψιν ἕξετε· παραδώσουσιν γὰρ ὑμᾶς εἰς συναγωγάς, καὶ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθή σεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς· καὶ ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.» Ὁ γὰρ διωχθεὶς ἕνεκεν τῆς πίστεως καὶ μαρτυρήσας περὶ αὐτοῦ καὶ ὑπομείνας, οὗτος ἀληθῶς ἄνθρωπος Θεοῦ. Ὁ δὲ ἀρνησάμενος ἑαυτὸν Χριστοῦ εἶναι διὰ τὸ μὴ μισεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, φιλήσας τὴν ἑαυτοῦ ψυχὴν μᾶλλον ἢ τὸν Κύριον, οὗ ἡ πνοὴ αὐτοῦ ἐν χειρὶ αὐτοῦ, οὗτος ἐλεεινός, ἄθλιος, ὡς ἐναγὴς καὶ βδελυκτός, φίλος μὲν ἀνθρώπων θελήσας εἶναι, ἐχθρὸς δὲ τοῦ Θεοῦ, μερίδα λαβὼν οὐκέτι μετὰ τῶν ἁγίων, ἀλλὰ μετὰ τῶν κατηραμένων, ἀντὶ βασιλείας εὐλογημένων ποθήσας τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοι μασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· οὐχ ὑπ' ἀνθρώπων ἔτι μισούμενος, ἀλλ' ὑπὸ τοῦ Θεοῦ ἀπωσμένος καὶ ἀπὸ τοῦ προσώπου αὐτοῦ ἐκβεβλημένος. Περὶ γὰρ τούτου ἀπεφήνατο ὁ Κύριος λέγων· «Ὅστις ἀρνήσεταί με ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ἐπαισχυνθῇ τὸ ὄνομά μου, ἀρνήσομαι αὐτὸν κἀγὼ καὶ ἐπαισχυνθήσομαι ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.» Καὶ πάλιν λέγει τοῖς μαθηταῖς αὐτοῦ, ἡμῖν αὐτοῖς, οὕτως· «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος, καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος· ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. Τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον