84
ΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀσσυρίων λʹ ἐβασίλευσε Χάλαος ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δσμβʹ. Ἀσσυρίων λαʹ ἐβασίλευσεν Ἄνεβος ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δσπζʹ. Ἀσσυρίων λβʹ ἐβασίλευσε Βάβιος ἔτη λζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτκεʹ. Βάβιος οὗτός ἐστιν ὁ παρ' Ἕλλησι Τιθωνὸς λεγόμενος Ἀσσυρίων λβʹ βασιλεύς. τούτου παῖς Μέμνων, ὃς συνεμάχησε τῷ Πριάμῳ κατὰ τῶν Ἑλλήνων καὶ διεφθάρη ὑπὸ Ἀχιλλέως. φέρεται δὲ καὶ ἀντίγραφος τῆς Πριάμου ἐπιστολῆς. ὁ αὐτός ἐστι δὲ καὶ δεύτερος Ταυτάνης. Ἀσσυρίων λγʹ ἐβασίλευσεν Θιναῖος ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτξβʹ. Ἀσσυρίων λδʹ ἐβασίλευσε ∆έρκυλος ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτζβʹ.
ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγυπτίων μεʹ ἐβασίλευσεν Ἀχερρὴς ἔτη ηʹ ἢ καὶ λʹ. τοῦ
κόσμου ἦν ἔτος δμαʹ. 182 Αἰγυπτίων μςʹ ἐβασίλευσεν Ἀρμαῖος ὁ καὶ ∆αναὸς ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δμθʹ. Ἀρμαῖος ὁ καὶ ∆αναὸς φεύγων τὸν ἀδελφὸν Ῥαμεσσῆν τὸν Αἴγυπτον ἐκπίπτει τῆς κατ' Αἴγυπτον βασιλείας αὐτοῦ, εἰς Ἑλλάδα τε ἀφικνεῖται. Ῥαμεσσῆς δὲ ὁ ἀδελφὸς αὐτοῦ ὁ καὶ Αἴγυπτος καλούμενος ἐβασίλευ σεν Αἰγύπτου ἔτη ξηʹ, μετονομάσας τὴν χώραν Αἴγυπτον τῷ ἰδίῳ ὀνό ματι, ἥτις πρότερον Μεστραία, παρ' Ἕλλησι δὲ Ἀερία ἐλέγετο. ∆αναὸς δὲ ὁ καὶ Ἀρμαῖος κρατήσας τοῦ Ἄργους καὶ ἐκβαλὼν Σθένελον τὸν Κροτώπου Ἀργείων ἐβασίλευσε, καὶ οἱ ἀπόγονοι αὐτοῦ μετ' αὐτὸν ∆αναΐδαι καλούμενοι ἐπ' Εὐρυσθέα τὸν Σθενέλου τοῦ Περσέως, μεθ' οὓς οἱ Πελο πίδαι ἀπὸ Πέλοπος παραλαβόντες τὴν ἀρχὴν, ὧν πρῶτος Ἀτρεύς.
ΑΡΓΕΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀργείων ιʹ ἐβασίλευσε ∆αναὸς ἔτη νηʹ. τοῦ δὲ κόσμου ἦν
ἔτος δξδʹ. Ἀργείων ιαʹ ἐβασίλευσε Λυγκεὺς ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρκβʹ. Ἀργείων ιβʹ ἐβασίλευσεν Ἄβας ἔτη λζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρνζʹ. Ἀργείων ιγʹ ἐβασίλευσε Προῖτος ὁ καὶ Περσεὺς ἔτη ιζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρζδʹ. Ἀργείων ιδʹ ἐβασίλευσεν Ἀκρίσιος ἔτη λαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δσιαʹ. Μετὰ Ἀκρίσιον, ὥς φασι, τῆς ἀρχῆς τῶν Ἀργείων εἰς Μυκήνας μετατεθείσης διεγένοντο βασιλεῖς οἵδε. Περσεύς, ὃς ἀνεῖλεν ἀκουσίως τὸν Ἀκρίσιον, Σθένελος, Εὐρυσθεύς, Πέλοψ, Ἀτρεύς, Θυέστης, Ἀγαμέμνων, Αἴγισθος, Ὀρέστης, Τισαμενός Πενθεὺς καὶ Κομήτης. μεθ' οὓς Ἡρακλειδῶν κάθοδος. Ἕως τούτου δσμγʹ κοσμικοῦ ἔτους γίνονται τῆς Ἀργείων βασιλείας ἔτη φναʹ ἐν γενεαῖς ιδʹ ἤτοι βασιλεῦσιν· ὧν θʹ μὲν κυρίως Ἀργεῖοι λέ 183 γονται, εʹ δὲ ∆αναΐδαι οἱ ἀπὸ ∆αναοῦ ἕως Ἀκρισίου ἄρξαντες, καθ' οὓς καὶ ∆αναοὶ Ἀργεῖοι ἐλέγοντο. μετὰ δὲ τούτους ἐβασίλευσε τοῦ Ἄργους Πέλοψ, παρ' Ὁμήρῳ τῷ ποιητῇ λεγόμενος πλήξιππος ἐν τῇ Ἰλιάδι τὸσκῆπτρον τῆς βασιλείας παρ' αὐτοῦ ∆ιὸς εἰληφέναι· οὗτος Ἀτρεῖ παιδὶ κατέλιπε τὴν βασιλείαν. μεθ' οὓς Θυέστης, εἶτα Ἀγαμέμνων καὶ Μενέ λαος υἱοὶ Ἀτρέως, οἳ καὶ κατὰ τῆς Τροίας διὰ τὴν Ἑλένης κλοπὴν ἐπιστρατεύσαντες σὺν Ἀχιλλεῖ καὶ Ὀδυσσεῖ καὶ Αἴαντι καὶ τοῖς λοιποῖς τῆς Εὐρώπης καὶ τῶν νήσων βασιλεῦσι καὶ ναυσὶ καὶ στρατεύμασι. μεθ' οὓς Αἴγισθος, εἶτα Ὀρέστης καὶ οἱ λοιποὶ Πελοπίδαι Ἀργείων καὶ αὐτοὶ βασιλεῖς ἀναγορευόμενοι κατὰ τὴν Ὁμήρου ποίησιν, κατὰ δέ τινας τῶν ἱστορι κῶν Μυκηνῶν διὰ τὸ κυριεύειν ἄμφω τῶν χωρῶν, οἷς καὶ Εὐσέβιος ἕπεται. ἡμεῖς δὲ αὐτοὺς Ἀργείων ἐφεξῆς κατατάττομεν λογιζόμενοι κατὰ συν έχειαν τῶν ∆αναϊδῶν τοῦ Ἄργους μὲν βασιλεύσαντας, Πελοπίδας δὲ κα λουμένους ἀπὸ Πέλοπος, εἰς ὃν καὶ τὸ γένος ἀναφέρουσι, καὶ τὴν Ἀργείων ἀρχὴν ἐπὶ πλέον αὐξήσαντας. τινὲς δὲ διαφέρονται λέγοντες μετὰ Ἀκρί σιον εἰς Μυκήνας μετατεθείσης τῆς ἀρχῆς τῶν Ἀρείων βασιλεῦσαι Περ σέα, Σθένελον, Εὐρυσθέα πρὸ τοῦ Ἀτρέως, Πέλοπος μνήμην οὐδ' ὅλως ποιούμενοι, οἷς οὐχ ἑπόμεθα μάρτυρα ἔχοντες Ὅμηρον.