84
τέτταρσι παρῆλθον μῆνες, ἐν οἷς ἐκ τῶν γεγραμμένων ὀφείλονταί μοι λογιζομένῳ πέντε καὶ τριάκοντα χρυσίου μυριάδες. καὶ τοῦτο ἔξεστιν ἀποδεικνύειν ἐναργῶς ἐκ τῶν γραμματείων τῶν εἰς ἀπόδειξιν γινομένων παρὰ τῶν τὰ χρήματα εἰσκομιζόντων, προστάττοντος βασιλέως. τί τοίνυν ἀδικῶ, εἰ τοσούτων ἐμοὶ χρημάτων ὀφειλομένων, ὀλίγα ἄττα εἴληφα ἐκ πολλῶν; ἤ που δίκαιον, βασιλέα μὲν ἐμὲ τοσούτων ἀποστεροῦντα, μήτ' ἀδικεῖν οἴεσθαι, μήτε μὴν ἐπιορκεῖν, ἐμὲ δὲ εἴ τι τῶν ὀφειλομένων πολλοστὸν ἀπείληφα μέρος, εἰς δικαστήρια ἕλκεσθαι καὶ ἐπιορκίαν ἐγκαλεῖσθαι καὶ ἀπελαύνεσθαι καὶ τὰ ἔσχατα ὑπομένειν; καίτοι, εἴγε τῶν τῆς οἰκίας τῆς ἐμῆς ἕνεκα μόνον ἀποτεταγμένων ἀπεστερούμην, δίκαιον μὲν οὐκ ἂν ἦν, ἐγὼ δὲ ἤνεγκα ἂν σιγῇ, αἰδοῖ τε τῇ πρὸς βασιλέα καὶ τῷ νομίζειν τὰ παρὰ πατρὸς ἐπαγόμενα ἀλγεινὰ, ὁποῖ' ἄττα ἂν ᾖ, δίκαιον εἶναι τὸν παῖδα φέρειν καὶ μήτε ἐγκαλεῖν, μήτε θορυβεῖσθαι, ἀλλὰ δεῖσθαι μόνον ἠπιώτερον ἐμοὶ καὶ ἥμερον ἐπιβλέψαι τὸν πατέρα καὶ τὰ λυποῦντα λῦσαι δεινά. νυνὶ δὲ 1.238 καὶ τῆς στρατιᾶς ἀπεστερημένων τῆς ἐτησίου μισθοφορᾶς, ἣν μόνην ἔχουσι τοῦ βίου ἀφορμὴν, οὐκ ἀνεκτὸν ἡγησάμην μεγαλοψύχως τὰς ἀλλοτρίας φέρειν συμφοράς. καίτοι σκέψασθε ὡς ἀδικοῦνται. πρῶτον μὲν γὰρ οὔτ' ἐμπορίαις οὔτε γεωργίαις οὔθ' ἑτέροις ἐπιτηδεύμασί τισιν, ἐξ ὧν ἂν πορίζοιντο τὰ ἐπιτήδεια, παρ' ἡμῶν συγχωροῦνται χρῆσθαι ἕνεκα τοῦ πρὸς τὰς ἐκστρατείας ἀεὶ ἕτοιμοι εἶναι καὶ μὴ κωλύματά τινα ἔχειν ὥστε ἀναγκάζεσθαι οἴκοι μένειν. ἔπειτα δὲ παρὰ βασιλέως καὶ αὐτοῦ τοῦ τεταγμένου ἀπεστέρηνται μισθοῦ, ὃν οὐχ ἁπλῶς, ἀλλ' ὅρκοις ἐπηγγείλατο ἀποδιδόναι ἐτησίως. καὶ τρίτον, ἠμέληνται παρ' ἐμοῦ ἐπὶ τοσοῦτον χρόνον ἕνεκα τοῦ μὴ βασιλεῖ δοκεῖν φορτικὸς καὶ ἐπαχθής. καίτοι γε ἐχρῆν ἐμὲ πρὸς μὲν τὰ οἰκεῖα φαίνεσθαι μεγαλόφρονα καὶ καταφρονητὴν χρημάτων καὶ πάντα τῇ τοῦ πατρὸς ἐξακολουθοῦντα γνώμῃ, πρὸς δὲ τὰ τούτων κηδεμονικὸν καὶ ἀπαραίτητον, καὶ πάντα καὶ ἐπινοοῦντα καὶ πράττοντα, ὥστε μὴ ἀποστερεῖσθαι τοῦ μισθοῦ αὐτοὺς, μηδὲ εὐγνωμοσύνῃ τῇ πρὸς τὸν βασιλέα κακοῖς τοῖς ἐσχάτοις περιβάλλειν· οὐ γὰρ εὐγνωμοσύνη τοῦτό γε, ἀλλ' ὠμότης καὶ ἀπανθρωπία ἐσχάτη, τὸ, ἑτέρων ὑπὸ τοῦ λιμοῦ κινδυνευόντων ἀπολεῖσθαι, μεγαλοψυχεῖν αὐτόν. οὐ μὴν παρέλιπον τὸ μὴ βασιλέως δεῖσθαι ἀεὶ τῇ στρατιᾷ χορηγεῖσθαι τὸν μισθόν. ἐς τοσοῦτον γὰρ ἀπορίας ἤλασαν πολλοὶ αὐτῶν, ὡς ἀποκαρτερῆσαι τὰς γυναῖκας αὐτῶν, νυκτὸς 1.239 ἐπιγενομένης, ὡς ἂν μὴ κατάδηλοι ὦσι τοῖς γνωρίμοις, τὰς ἑτέρων οἰκίας περιϊούσας ἑαυταῖς καὶ ἀνδράσι τροφῆς τινος αἰτούσας γλίσχρως ἐκπορίζειν. οἷς ἐπικλασθεὶς καὶ αὐτὸς τὴν ψυχὴν, τὰ χρήματα ὑπὲρ ὧν ἐγκαλοῦμαι ἀφελόμενος, μικράν τινα παρέσχον παραψυχήν. εἰ τοίνυν διὰ τοῦτο ἐπίορκος ἐγὼ καὶ ἄδικος καὶ τοῦ πατρὸς καταφρονητὴς, κρίνατε ὑμεῖς. πρῶτον μὲν οὖν ἀπέδειξα ἐμαυτὸν μηδὲν μηδαμῶς παραβεβηκότα τὰς συνθήκας, ἀλλὰ καὶ φανερῶς παρασπονδηθείς· καὶ τὰς ἀποδείξεις τοῦ λελυκέναι βασιλέα πρῶτον τοὺς ὅρκους ἔχων παρ' ἐμαυτῷ, καθάπερ εἴδετε, αὐτὸς μένω τὴν εἰρήνην ἀσπαζόμενος καὶ δεόμενος ἐπὶ τοσοῦτον χρόνον βασιλέως, μὴ τὸν πόλεμον κινεῖν. εἰ δέ τις ἔχει με ἀποδεικνύειν παραβεβηκότα πρότερον τοὺς ὅρκους, παρίτω καὶ δεικνύτω. ἔπειτα καὶ περὶ τῶν χρημάτων, εἰ ἐκ πέντε καὶ τριάκοντα μυριάδων τῶν ὀφειλομένων τοσαῦτα λαβὼν ἀδικῶ, καταψηφίζεσθε ὑμεῖς.» μθʹ. Τοσαῦτα μὲν βασιλεὺς ὁ νέος ἀπολογούμενος εἶπε· Κωκαλᾶς δὲ μεταξὺ βασιλέως ἀπολογουμένου, πρὶν μὲν τὰ πρὸς τὸν πρωτοβεστιάριον γράμματα ἀναγνωσθῆναι, πολὺς ἦν ἐγκείμενος αὐτῷ, αὐτὸν τοῦ πολέμου φάσκων αἴτιον εἶναι, ἀνθρώποις πειθόμενον συκοφάνταις, τόν τε βασιλέα διαβάλλουσι πρὸς αὐτὸν καὶ πρωτοβεστιάριον καὶ τοὺς ἄλλους τοὺς ἐν τέλει ὡς βεβουλευμένους πόλεμον κινεῖν. ἐπεὶ δὲ τά τε γράμματα ἀνεγνώσθη, καὶ ἀπεδείχθη καὶ αὐτὸς τῶν ἄλλων οὐχ ἧττον τὴν εἰρήνην καταλύων, αὐτὸς μὲν οὐδὲν ἔχων ἀν 1.240 τειπεῖν, οὕτως ἐξεληλεγμένος φανερῶς, καθῆστο σιωπῶν. βασιλεὺς δὲ ἐπιστραφεὶς πρὸς αὐτὸν, «ὦ