84
τῆς ἐρημώσεως." ινα δὲ μὴ νομίζηται τοῖς ̓Ιουδαίοις πρόσκαιρος ἡ ἐρήμωσις, ὡς αυθις τῆς πόλεως αὐτοῖς ἀνοικοδομηθησομένης καὶ τοῦ ἱεροῦ ἀνεγερθησομένου, οια καὶ αλλοτε πλειστάκις συμβέβηκεν ἐπί τε τῷ ναῷ καὶ τῇ πόλει, ἐπήγαγε "καὶ εως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν," τοῦτ' εστιν, εως συντελεσθῆ ὁ αἰὼν μενεῖ καὶ ἡ ἐρήμωσις, καὶ τότε καὶ ταύτῃ τέλος εσται οτε οὐκέτι καιρὸς η τὴν πόλιν ἀναστῆναι η τὸν ναόν. Ταῦθ' ὁ ∆ανιὴλ περὶ τῶν ὁμοφύλων αὐτοῦ τεθέαται καὶ μεμύηται. ἀλλὰ καὶ ἑτέρας ὀπτασίας ἑώρακε καὶ ἐνύπνια, θεόθεν αὐτῷ προδηλουμένης δι' αὐτῶν τῆς μελλούσης εσεσθαι τῶν κοσμικῶν πραγμάτων μεταβολῆς. καὶ οὐ τῆς ἀλλοιώσεως μόνης ἐμυεῖτο τὴν πρόγνωσιν, ἀλλὰ καὶ τοὺς καιροὺς καθ' ους ἀποτελεσθήσεται εκαστον αὐτῶν ἐδιδάσκετο· α γνώσεται πάντως ὁ βουλόμενος τελεώτερον ἐπιὼν τὴν βίβλον τῶν τοῦ προφήτου ὁράσεων, καὶ βεβαίαν σχοίη κατάληψιν ἐντεῦθεν ὡς οὐδὲν ἀπρονόητον οὐδ' εἰκῇ φερόμενον καὶ ὡς ετυχεν, ἀλλὰ πάντα τῇ θείᾳ προνοίᾳ καὶ κυβερνῶνται καὶ διεξάγονται. Ταῦτα μὲν ουν ουτως εχουσι καὶ τοῖς εὐσεβέσι δοξάζονται· ἡμῖν δὲ μηδὲ τὰ κατὰ τὴν ἀρρενόφρονα παραλειπτέον γυναῖκα τὴν ̓Ιουδήθ, η τὸν ̓Ολοφέρνην ὠλόθρευσε καὶ τὴν πόλιν αὐτῆς καὶ τὸ εθνος απαν διέσωσεν. εχει δ' ουτω τὰ κατ' αὐτήν. ἐν ετει δωδεκάτῳ τῆς βασιλείας αὐτοῦ ὁ τῶν ̓Ασσυρίων ἀρχηγὸς 1.212 Ναβουχοδονόσορ πρὸς ̓Αρφαξὰδ τὸν βασιλέα Μήδων ηρατο πόλεμον, καὶ τὰ πέριξ εθνη πρὸς συμμαχίαν αὐτοῦ μετεκέκλητο. πολλῶν δ' ἑτέρων καὶ τῶν ̓Ιουδαίων τὴν πρόσκλησιν μὴ καταδεξαμένων καὶ τὸ συμμαχῆσαί οἱ ἀπειπαμένων, ὁ Ναβουχοδονόσορ ἐξώργιστο, καὶ ωμοσεν η μὴν τὸν πρὸς τοὺς Μήδους ἀνύσας πόλεμον ἐπελθεῖν κατά τε Κιλικίας καὶ ∆αμασκοῦ καὶ Συρίας καὶ ̓Ιουδαίας καὶ τῆς Αἰγύπτου καὶ δῃῶσαι αὐτὰς καὶ ἐκπορθῆσαι καὶ εἰς ἐρήμωσιν ἀγαγεῖν. ἀντιταξάμενος ουν πρὸς ̓Αρφαξὰδ τὸν Μῆδον καὶ κατὰ κράτος τούτου περιγενόμενος, τῶν αλλων τε πόλεων αὐτοῦ κρατήσας καὶ τῶν ̓Εκβατάνων αὐτῶν, ενθα ησαν τῷ ̓Αρφαξὰδ τὰ βασίλεια, κἀκεῖνον ἑλών τε καὶ ἀνελών, τὸν ἀρχιστράτηγον τῆς οἰκείας δυνάμεως καλέσας ̓Ολοφέρνην ἐνετείλατό οἱ τὸν ορκον ον ωμοσεν ἐκπληρῶσαι, καὶ κατὰ τῶν μὴ θελησάντων συμμαχῆσαι αὐτῷ ἐπιόντι κατὰ τῶν Μήδων ἐκστρατεῦσαι μετὰ βαρείας δυνάμεως, καὶ τοὺς μὲν οσοι ἑαυτοὺς αὐτῷ ὑποτάσσουσι διατηρῆσαι καὶ τὰς πόλεις αὐτῶν ἀπορθήτους ἐᾶσαι, τῶν δ' ἀπειθούντων μὴ φείσασθαι, ἀλλὰ τοὺς μὲν ἀνθρώπους τῷ ξίφει ὑπαγαγεῖν, τὰς δὲ πόλεις αὐτῶν ἐκδοῦναι εἰς διαρπαγὴν καὶ εἰς ολεθρον. ̔Ο μὲν ουν Ναβουχοδονόσορ τοιαῦτα τῷ ἀρχισατράπῃ αὐτοῦ ἐνετείλατο, ̓Ολοφέρνης δὲ ἐκστρατεύσας καὶ τοῖς εθνεσι καθ' ων ἀπέσταλτο ἐπελθὼν τοὺς μὲν αλλους κατὰ τὰ ἐντεταλμένα διέθετο, ἐπὶ δὲ τοὺς ̓Ισραηλίτας μέλλων στρατεύειν καὶ οπλα κατ' αὐτῶν αιρειν, οὐ γὰρ προσῄεσαν αὐτῷ οὐδ' ὑπέκυπτον, ηρετο τίνες ουτοι καὶ οτῳ θαρροῦντες ἀνθίστανται. καὶ ειπεν αὐτῷ ̓Αχιὼρ ὁ τῶν υἱῶν ̓Αμμὼν ἀρχηγὸς τήν τε γενεαλογίαν αὐτῶν, καὶ οπως εἰς τὰς πόλεις 1.213 ἐκείνας ἐξ ἀρχῆς κατῳκίσθησαν, καὶ τοῦ σφῶν θεοῦ τὴν ἰσχύν. ειτα ἐπήγαγε "νῦν ουν σκεπτέον· καὶ εἰ μὲν εἰς τὸν θεὸν αὐτῶν ἁμαρτάνουσιν, ἀναβησόμεθα καὶ ἐκπολεμήσομεν αὐτούς, εἰ δ' οὐ τοῦτο, παρελθέτω ὁ κύριός μου μήποτε ὑπερασπίσῃ αὐτῶν ὁ θεὸς αὐτῶν καὶ ἡττηθῶμεν." ταῦτα τοῦ ̓Αχιὼρ εἰπόντος ὁ ̓Ολοφέρνης θυμῷ ληφθεὶς ἐκέλευσε τοῖς παρεστηκόσιν αὐτῷ δῆσαι τὸν ̓Αχιὼρ καὶ ἀπαγαγεῖν καὶ παραδοῦναι τοῖς υἱοῖς ̓Ισραήλ, ινα σὺν ἐκείνοις ληφθεὶς κολασθῇ. οἱ δὲ συλλαβόντες τὸν ανδρα ἀπήγαγον εἰς Βαιτουλούα, καὶ οἱ τῆς πόλεως σφενδόναις τοὺς προσιόντας καὶ βέλεσιν εβαλλον. κἀκεῖνοι τὸν ̓Αχιὼρ δεδεμένον ερριψαν ὑπὸ τὴν ὑπώρειαν, καὶ ὑπέστρεψαν. οἱ δὲ τῆς πόλεως ανδρες καταβάντες ελυσαν τὸν ̓Αχιὼρ καὶ εἰς τὴν σφετέραν πόλιν ἀπήγαγον, καὶ τί τὸ συμβεβηκὸς ἐπυνθάνοντο· καὶ ος αὐτοῖς απαντα διηγήσατο. οἱ δὲ τὸν θεὸν ἐκάλουν εἰς αμυναν. τῇ δ' ἑξῆς ̓Ολοφέρνης ηγεν ἐπὶ Βαιτουλούα τὴν στρατιάν, χιλιάδας