84
προφήτην τὸν λέγοντα· «Πρὶν ὠδίνησεν, ἔτεκε», καὶ πάλιν· «Πρὶν ἐλθεῖν τὸν καιρὸν τῶν ὠδίνων, ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν». Γεγέννηται τοίνυν ἐξ αὐτῆς ὁ υἱὸς τοῦ θεοῦ καὶ θεὸς σεσαρκωμένος, οὐ θεοφόρος ἄνθρωπος, ἀλλὰ θεὸς σεσαρκωμένος, οὐχ ὡς προφήτης ἐνεργείᾳ χριόμενος, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος, ὥστε ἄνθρωπον μὲν γενέσθαι τὸ χρῖσαν καὶ θεὸν τὸ χριόμενον, οὐ μεταβολῇ φύσεως, ἀλλ' ἑνώσει τῇ καθ' ὑπόστασιν. Ὁ αὐτὸς γὰρ ἦν, ὅ τε χρίων καὶ ὁ χριόμενος, χρίων ὡς θεὸς ἑαυτὸν ὡς ἄνθρωπον. Πῶς οὖν οὐ θεοτόκος ἡ θεὸν σεσαρκωμένον ἐξ αὐτῆς γεννήσασα; Ὄντως κυρίως καὶ ἀληθῶς θεοτόκος καὶ κυρία, καὶ πάντων κτισμάτων δεσπόζουσα, δούλη καὶ μήτηρ τοῦ δημιουργοῦ χρηματίσασα. Ὥσπερ δὲ συλληφθεὶς παρθένον τὴν συλλαβοῦσαν ἐτήρησεν, οὕτω καὶ τεχθεὶς τὴν αὐτῆς παρθενίαν ἐφύλαξεν ἄτρωτον μόνος διελθὼν δι' αὐτῆς καὶ κεκλεισμένην τηρήσας αὐτήν· δι' ἀκοῆς μὲν ἡ σύλληψις, ἡ δὲ γέννησις διὰ τῆς συνήθους τῶν τικτομένων ἐξόδου, εἰ καί τινες μυθολογοῦσι διὰ τῆς πλευρᾶς αὐτὸν τεχθῆναι τῆς θεομήτορος. Οὐ γὰρ ἀδύνατος ἦν καὶ διὰ τῆς πύλης διελθεῖν καὶ ταύτης μὴ παραβλάψαι τὰ σήμαντρα. Μένει τοίνυν καὶ μετὰ τόκον παρθένος ἡ ἀειπάρθενος οὐδαμῶς ἀνδρὶ μέχρι θανάτου προσομιλήσασα. Εἰ γὰρ καὶ γέγραπται· «Καὶ οὐκ ἔγνω αὐτήν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον», ἰστέον ὅτι πρωτότοκός ἐστιν ὁ πρῶτος γεννηθείς, εἰ καὶ μονογενὴς εἴη· τὸ μὲν γὰρ πρῶτον γεννηθῆναι δηλοῖ, οὐ πάντως δὲ καὶ ἑτέρων συνεμφαίνει γέννησιν. Τὸ δὲ «ἕως» τὴν μὲν τοῦ ὡρισμένου χρόνου προθεσμίαν σημαίνει, οὐκ ἀποφάσκει δὲ τὸ μετὰ ταῦτα· φησὶ γὰρ ὁ κύριος· «Καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος», οὐχ ὡς μετὰ τὴν τοῦ αἰῶνος συντέλειαν χωρισθησόμενος. Φησὶ γοῦν ὁ θεῖος ἀπόστολος· «Καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα», μετὰ τὴν κοινὴν ἀνάστασιν λέγων. Πῶς γὰρ ἂν θεὸν γεννήσασα καὶ ἐκ τῆς τῶν παρηκολουθηκότων πείρας τὸ θαῦμα γνωρίσασα ἀνδρὸς συνάφειαν κατεδέξατο; Ἄπαγε. Οὐ σωφρονοῦντος λογισμοῦ τὰ τοιαῦτα νοεῖν, μὴ ὅτι καὶ πράττειν. Ἀλλ' αὕτη ἡ μακαρία καὶ τῶν ὑπὲρ φύσιν δωρεῶν ἀξιωθεῖσα τὰς ὠδῖνας, ἃς διέφυγε τίκτουσα, ταύτας ἐν τῷ τοῦ πάθους καιρῷ ὑπέμεινε ὑπὸ τῆς μητρικῆς συμπαθείας τῶν σπλάγχνων τὸν σπαραγμὸν ἀνατλᾶσα καί, ὃν θεὸν ἔγνω διὰ γεννήσεως, τοῦτον ὡς κακοῦργον ἀναιρούμενον βλέπουσα ὡς ῥομφαίᾳ τοῖς λογισμοῖς ἐσπαράττετο· καὶ τοῦτό ἐστι· «Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία». Ἀλλὰ μεταβάλλει τὴν λύπην ἡ χαρὰ τῆς ἀναστάσεως θεὸν τὸν σαρκὶ θανόντα κηρύττουσα.
88 Περὶ τῶν ἁγίων καὶ τῆς τῶν λειψάνων αὐτῶν τιμῆσ Τιμητέον τοὺς ἁγίους
ὡς φίλους Χριστοῦ, ὡς τέκνα καὶ κληρονόμους θεοῦ, ὥς φησιν ὁ θεολόγος εὐαγγελιστής· «Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδω κεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι». «Ὥστε οὐκέτι εἰσὶν δοῦλοι, ἀλλ' υἱοί· εἰ δὲ υἱοί, καὶ κληρονόμοι, κληρονόμοι μὲν θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ». Καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις τοῖς ἀποστόλοις φησίν· «Ὑμεῖς φίλοι μού ἐστε. Οὐκέτι ὑμᾶς καλῶ δούλους· ὁ γὰρ δοῦλος οὐκ οἶδε, τί ποιεῖ αὐτοῦ ὁ κύριος». Εἰ δὲ καὶ «βασιλεὺς βασιλέων καὶ κύριος κυριευόντων» καὶ «θεὸς θεῶν» ὁ δημιουργὸς τῶν ἁπάντων καὶ κύριος λέγεται, πάντως οἱ ἅγιοι θεοί τε καὶ κύριοι καὶ βασιλεῖς. Τούτων θεὸς ὁ θεὸς καὶ κύριος καὶ βασιλεύς ἐστι καὶ λέγεται. «Ἐγὼ γάρ εἰμι», φησὶ τῷ Μωσεῖ, «θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ». Καὶ θεὸν Φαραὼ τὸν Μωσῆν ὁ θεὸς ἐποίησεν. Θεοὺς δὲ λέγω καὶ βασιλεῖς καὶ κυρίους οὐ φύσει, ἀλλ' ὡς τῶν παθῶν βασιλεύσαντας καὶ κυριεύσαντας καὶ τὴν τῆς θείας εἰκόνος ὁμοίωσιν, καθ' ἣν καὶ γεγένηνται, ἀπαραχάρακτον φυλάξαντας (βασιλεὺς γὰρ λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών) καὶ ἑνωθέντας θεῷ κατὰ προαίρεσιν καὶ τοῦτον δεξαμένους ἔνοικον καὶ τῇ τούτου μεθέξει γεγονότας χάριτι, ὅπερ αὐτός ἐστι φύσει. Πῶς οὖν οὐ τιμητέον τοὺς