84
γερόντων πραότης· ζωὴ δὲ αὐτῶν, γνῶσις ἀληθής. Ἀνθεῖται πρὸς ἐπιστήμην ψυχὴ, ὁπότε τοῦ σώματος ἀκμαὶ μήκει μαραίνονται. Ὁ ἀληθείᾳ πρεσβύτερος, οὐκ ἐν μήκει χρόνων, ἀλλ' ἐν ἐπαινετῷ καὶ τελείῳ βίῳ θεωρεῖται. Τοὺς μὲν οὖν αἰῶνα πολὺν τρίψαντας ἐν τῇ μετὰ σώματος ζωῇ, δίχα καλοκαγαθίας, πολυχρονίους παῖδας λεκτέον, μαθήματα πολιᾶς ἄξια μηδέποτε παιδευθέντας. -Ἀκύμαντος λιμὴν πολιά. - Σώματος παρακμὴ, καταστολὴ παθῶν.
ΤΙΤΛ. Εʹ. -Περὶ γεωργίας καὶ γεωργῶν· καὶ ὅτι καλὸν τὸ ἐργάζεσθαι.
«Ἐξέβαλε Κύριος τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη.» «Ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη.» «Ἰσάχαρ τὸ καλὸν ἐπεθύμησεν, ἀναπαυόμενος 95.1309 ἀναμέσον τῶν κλήρων· καὶ ἰδὼν τὴν ἀνάπαυσιν, ὅτι καλὴ, καὶ τὴν γῆν ὅτι πίων, τέθεικε τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν, καὶ ἐγενήθη ἀνὴρ γεωργός.» «Ἐπιμελοῦ τῶν ἐν πεδίῳ χλωρῶν, καὶ κερεῖς πόαν· σύναγε χόρτον ὀρεινὸν, ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν. Τίμα δὲ πεδίον, ἵνα ὦσί σοι ἄρνες.» «Ἐργάζου τὴν γῆν σου· καὶ γὰρ πλοῖα οὐκέτι ἔρχεται ἐκ Καρχηδόνος.» «Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε εἰς ἀκάνθας.» «Μὴ μισήσῃς ἐπίπονον ἐργασίαν, καὶ γεωργίαν ὑπὸ Ὑψίστου ἐκτισμένην.» «Ὁ ἐργαζόμενος τὴν γῆν, ἀνύψωσε θημωνίαν αὐτοῦ.» «Χάριν καὶ κάλλος ἐπιθυμεῖ ὀφθαλμὸς, καὶ ὑπὲρ ἀμφότερα χλόην σπόρου.» «Τί σοφισθήσεται ὁ κρατῶν ἀρότρου, καὶ καυχώμενος ἐν δόρατι κέντρου, βόας ἐλαύνων, καὶ ἀναστρεφόμενος ἐν ἔργοις αὐτοῦ, καὶ διήγησις αὐτοῦ ἐν υἱοῖς ταύρων; Καρδίαν δώσει βαθὺ εἰς τεμεῖν αὔλακας, καὶ ἡ ἀγρυπνία αὐτοῦ εἰς χορτάσματα δαμάλεως.» «Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.» Γεηπόνος τὸν ὕπνον ἀποσεισάμενος, πρὸ τὴν τῆς γῆς ἐργασίαν ἐπείγεται, καὶ τοῦ μὲν οἰκίσκου καὶ τῆς ἐπαύλεως τὸ ἔρημον ὑπερασπίζεται, καὶ ἀναγκάζεται ὅμως, καὶ φλογμῷ καὶ χειμῶνι ἀπὸ ταλαιπώρου σαρκὸς διαμάχεσθαι. Πανταχοῦ γὰρ διὰ δυσκολίας καὶ πόνων τοῖς ἀνθρώποις πέφυκε τὰ χρήσιμα παραγίνεσθαι. -Φέρει γεηπόνοις ἡδονὴν τὸ ἐξ ὑπτίων τε καὶ βαθυγείων χωρίων πολύν τινα δρέπεσθαι τὸν καρπόν. Εἰ δέ ποτε καὶ ἐκ πετρώδους γῆς, καὶ λεπτῆς, καὶ ὑποψάμμου δυνηθείη μετὰ πολλὴν ἐπιμέλειαν χρηστοῦ τινος ἀπολαῦσαι καρποῦ, μείζων ἐντεῦθεν ἡ ἡδονὴ τῷ γεηπόνῳ, διότι πρὸς τὴν τῆς φύσιν ἀγωνισάμενος, καὶ τοὺς οἰκείους πόνους ἀντεισάξας τῇ στειρώσει τῆς γῆς, νίκης τινὰ μαρτυρίαν ἀποφέρεται παρὰ τῶν τὸ γεώργιον θαυμαζόντων.
ΤΙΤΛ. ϛʹ. -Περὶ γυμνασίου, καὶ μελέτης, καὶ ἀσκήσεως.
«Ἐκ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη.» «Τέκνον, ἐν ζωῇ σου πείρασον τὴν ψυχήν σου.» «Γύμναζε σεαυτὸν πρὸς εὐσέβειαν. Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς, τῆς νῦν καὶ τῆς μελλούσης.» Οἱ ἐκ μακρᾶς συνηθείας μελετηθέντες πόνοι, ἀλυπότερον προσπίπτουσι τοῖς ἐγγεγυμνασμένοις. - Μιμησώμεθα τοὺς ἐν τοῖς τακτικοῖς τὰς μελέτας ποιουμένους, οἵ γε ἐν χειρονομίαις, καὶ ὀρχήσεσι τὴν ἐμπειρίαν κτησάμενοι, ἐπὶ τῶν ἀγώνων τοῦ ἐκ τῆς παιδείας ἀπολαύουσι κέρδους. 95.1312 Ἀρετὴ ἀμελέτητος ἐν τοῖς ἔργοις, ταχέως ὑπὸ τῶν περιστάσεων ἀφανίζεται. Ἐκ μελέτης πολλῆς καὶ ἀσκήσεως ἡ βία καὶ ἡ ἀγριότης τῶν παθῶν ἀσθενεῖ. Ἡ συνεχὴς ἄσκησις ἐπιστήμην παγίαν ἐργάζεται, ὡς ἀμαθίαν ἀμελετησία· καὶ πάλιν αὔξει τὴν πεῖραν ἡ περὶ αὐτὴν τριβή. -Μελέτη τροφὸς ἐπιστήμης.
ΤΙΤΛ. Ζʹ. -Περὶ γνωσιμαχούντων.