καὶ πτωχὸς καὶ γυμνὸς ὢν ἐν κόσμῳ καὶ λιμώσσων, μηδὲν ἔχων, οὐδὲν δύναται κτήσασθαι, τῆς πενίας αὐτὸν συνεχούσης· τῷ δὲ ἔχοντι θησαυρόν, ὡς προείρηται, εὔκολά ἐστι πάντα καὶ εὐχερῶς καὶ ἀνωδύνως κτᾶται, οἷα βούλεται κτήσασθαι κτήματα. οὕτω καὶ ἡ ψυχὴ γυμνὴ καὶ ἔρημος ἀπὸ κοινωνίας πνεύματος ἁγίου καὶ ὑπὸ τὴν πτωχείαν τὴν δεινὴν τῆς ἁμαρτίας οὖσα οὐδὲν δύναται, κἂν θέλῃ τὸν καρπὸν τοῦ πνεύματος τῆς δικαιοσύνης ἐξ ἀληθείας ποιῆσαι πρὸ τῆς μεταλήψεως τοῦ ἁγίου πνεύματος. 13.1.5 Ὅμως βιάζεσθαι χρὴ ἑαυτὸν ἕκαστον εἰς τὴν αἴτησιν τοῦ κυρίου, ἵνα καταξιωθῇ λαβεῖν καὶ εὑρεῖν τὸν θησαυρὸν τοῦ πνεύματος τὸν οὐράνιον, εὐχερῶς καὶ εὐκόλως καὶ ἀκοπιάστως, καὶ πάσας τὰς ἐντολὰς τοῦ κυρίου ἀμώμως καὶ καθαρῶς δυνηθῇ ποῆσαι, ἃς πρὶν μετὰ βίας κατορθῶσαι οὐκ ἠδύνατο. πένης γὰρ καὶ πτωχὸς ὑπάρχων ἀπὸ κοινωνίας πνεύματος ἁγίου, πῶς ἐδύνατο τοιαῦτα πνευματικὰ κτήσασθαι ἄνευ θησαυροῦ καὶ πλούτου 13.1.6 πνευματικοῦ; ἡ δὲ εὑροῦσα ψυχὴ τὸν κύριον διὰ ζητήσεως καὶ πίστεως καὶ ὑπομονῆς πολλῆς, τὸν ἀληθινὸν θησαυρόν, τοὺς καρποὺς τοῦ πνεύματος κατεργάζεται, ὡς προείρηται, εὐχερῶς καὶ πᾶσαν δικαιοσύνην καὶ τὰς ἐντολὰς τοῦ κυρίου, ἃς ἐνετείλατο, αὐτὸ τὸ πνεῦμα ἐν ἑαυτῇ καὶ δι' αὐτῆς ποιεῖ καθαρῶς καὶ τελείως καὶ ἀμώμως. 13.1.7 Ἢ πάλιν ἑτέρῳ ὑποδείγματι χρησώμεθα. ὥσπερ ἐὰν ᾖ τις πλούσιος καὶ ποιῇ δεῖπνα πολυτελῆ ἐκ τοῦ πλούτου αὐτοῦ καὶ τοῦ θησαυροῦ οὗπερ ἔχει ἀναλίσκει καὶ οὐ δέδοικε, μή τι αὐτῷ ἐνδεήσῃ, ἔχων πλοῦτον μέγαν καὶ οὕτως εὐφραίνει πολυτελῶς καὶ λαμπρῶς τοὺς κληθέντας ὑπ' αὐτοῦ, διάφορα καὶ πολυτελῆ καὶ καινότερά τινα ἐδέσματα παρέχων αὐτοῖς. ὁ δὲ πένης καὶ ἐνδεὴς πλούτου ἐὰν βουληθῇ δεῖπνον παρασκευάσαι τισί, πάντα κιχρᾶται, καὶ αὐτὰ τὰ σκεύη καὶ ἱμάτια καὶ ἄλλα εἴδη, καὶ οὕτω μετὰ τὸ δειπνῆσαι τοὺς κληθέντας ὡς ἐν δείπνῳ πένητος, ὕστερον ἑνὶ ἑκάστῳ ἀποδίδωσιν, ὅσα ἐχρήσατο σκεύη ἀργύρου ἢ ἱμάτια ἢ ἕτερα εἴδη· καὶ οὕτω πάντων ἑκάστῳ ἀποδοθέντων αὐτὸς πένης καὶ 13.1.8 γυμνὸς ἀπομένει, μὴ ἔχων ἴδιον πλοῦτον ἐξ οὗ εὐφραίνεσθαι δύναται. οὕτω καὶ οἱ πλούσιοι τῷ πνεύματι τῷ ἁγίῳ, ἔχοντες τὸν πλοῦτον τὸν οὐράνιον ἐν ἀληθείᾳ καὶ κοινωνίαν πνεύματος ἐν ἑαυτοῖς, ἐπάν τισι λαλῶσι τὸν λόγον τῆς ἀληθείας καὶ ἐπάν τισι κοινωνῶσι λόγῳ πνευματικῷ καὶ εὐφρᾶναι ψυχὰς θέλωσιν, ἐκ τοῦ ἰδίου θησαυροῦ, οὗ κέκτηνται ἐν ἑαυτοῖς, ἐξ αὐτοῦ λαλοῦσι καὶ ἐξ αὐτοῦ εὐφραίνουσι τὰς ψυχὰς τῶν ἀκουόντων τὸν πνευματικὸν λόγον, καὶ οὐ δεδοίκασι, μή τι ἐλλείψῃ αὐτοῖς, ὅτι κέκτηνται ἐν ἑαυτοῖς θησαυρὸν οὐράνιον ἀγαθωσύνης, ἐξ οὗ προφέρουσι καὶ εὐφραίνουσι τοὺς πνευματικῶς 13.1.9 ἑστιωμένους. ὁ δὲ πένης μηδὲν κεκτημένος ἐκ τοῦ πλούτου τοῦ Χριστοῦ μηδὲν ἔχων πλοῦτον πνευματικὸν ἔνδον ἐν τῇ ψυχῇ, τὸν βρύοντα πᾶσαν ἀγαθωσύνην λόγων τε καὶ ἔργων καὶ ἐνθυμημάτων θείων καὶ μυστηρίων ἀλαλήτων, εἰ βούλεται καὶ αὐτὸς ὡς δεῖ λαλεῖν λόγον ἀληθείας καὶ εὐφραίνειν τινὰς τῷ τῆς ἀκοῆς λόγῳ καὶ τοῖς νοήμασι τῶν γραφῶν ἐν ἔργῳ καὶ δυνάμει καὶ ἀληθείᾳ ἐν ἑαυτῷ τὸν λόγον τοῦ θεοῦ μὴ κεκτημένος, ἀλλὰ μόνον ἀπομνημονεύων καὶ χρώμενος ἐξ ἑκάστης γραφῆς λόγοις ἢ παρὰ πνευματικῶν ἀνδρῶν ἀκούσας καὶ διηγούμενος καὶ διδάσκων, δοκεῖ μὲν εὐφραίνειν καὶ ἄλλοι ἀπολαύουσι τῶν λόγων, μετὰ δὲ τὸ διηγήσασθαι αὐτόν, ἕκαστος λόγος εἰς τὰ ἴδια, ὅθεν ἤρθη ἀπέρχεται, μὴ ἔχων ἔνδον ἴδιον θησαυρὸν ἁγίου πνεύματος, ἀφ' οὗ τις προφέρει καὶ ὠφελεῖ καὶ εὐφραίνει ἑτέρους· αὐτὸς οὖν πρῶτος μὴ εὐφραινόμενός ἐστι καὶ μὴ ἀγαλλιῶν τῷ πνεύματι. 13.1.10 ∆ιὰ τοῦτο χρὴ πρῶτον ζητῆσαι παρὰ θεοῦ ἐν πόνῳ καρδίας καὶ πίστει, ἵνα δώῃ ἡμῖν εὑρεῖν τὸν πλοῦτον αὐτοῦ, τὸν ἀληθινὸν θησαυρὸν Χριστοῦ ἐν ταῖς καρδίαις ἡμῶν, ἐν δυνάμει καὶ ἐνεργείᾳ πνεύματος ἁγίου, ἵνα οὕτω καὶ ἡμεῖς πρότερον ὠφέλειαν