ἐκτήσατο. ᾔδει γὰρ καὶ πρὸ γεννήσεως ἀμφοῖν ὁ θεὸς ὡς ὁ μὲν ἀγαθὸς ἔσοιτο, ὁ δὲ ἀποβαίη κακός· ἡ δὲ γνῶσις αὕτη ὅρος ἑκάστῳ τῶν ἐναντίων ἕξεων ἀμετάθετος. Ἀλλ', ὦ βέλτιστε, οἶδε μὲν πάντα θεός, ἀλλὰ κατὰ τὸ κρεῖττον καὶ τὴν ἑαυτῷ προσήκουσαν ἔννοιαν· οὐ μὴν διότι κρειττόνως οἶδε τὰ ὄντα καὶ τὰ ἐσόμενα, ἐκεῖνα τῆς ἰδίας μεθίσταται φύσεως. οὐ γὰρ ἐπειδὴ τῶν ὄντων τὸ μέν ἐστι σῶμα, τὸ δὲ ἀσώματον, καὶ τὸ μὲν ἔγχρονον, τὸ δὲ αἰώνιον, καὶ τὸ μὲν ἑστώς, τὸ δὲ κινούμενον, σωματικῶς οἶδε τὰ σώματα ἢ χρονικῶς τὰ ἔγχρονα ἢ κινουμένως τὰ ῥέοντα, ἀλλὰ ἀσωμάτως καὶ ἀιδίως καὶ ἀκινήτως, ὅτιπερ καὶ ἡ γνῶσις οὐ τῷ γινωσκομένῳ ἀλλὰ τῷ γινώσκοντι προσόμοιος. κατὰ τοῦτον δὴ τὸν λόγον καὶ τῶν ἐξ ἀνάγκης καὶ ἐνδεχομένως γινομένων ἀναγκαίαν μόνον τὴν γνῶσιν ἔσχηκεν ὁ θεός· καὶ ὥσπερ ἀσωμάτως τὸ σῶμα εἰδὼς καὶ ἀχρόνως τὸ ἔγχρονον καὶ ἀμεταθέτως τὸ μεθιστάμενον, οὔτε τὸ σῶμα ποιεῖ ἀσώματον, οὔτε τὸ ἔγχρονον ἄχρονον, ἀλλ' ἐκείνου κατὰ τὸ κρεῖττον πάντα εἰδότος ταῦτα ἐπὶ τῆς οἰκείας ἵσταται φύσεως, οὕτω δὴ καὶ τὸ οὕτως ἢ ἐκείνως ἐσόμενον ἀναγκαίως εἰδότος τοῦ κρείττονος μένει αὖθις ἀμφιρρεπὲς καὶ οὐ μεταβάλλεται πρὸς τὴν ἀναγκαίαν πρόγνωσιν τοῦ θεοῦ. ὅθεν ἐκεῖνος μὲν οἶδεν ὅτι πονηρὸς 160 ἢ ἀγαθὸς ἔσομαι, καὶ οἶδεν ἀναγκαίως· ἐγὼ δὲ οὐκ ἀπόλωλα τὴν ἐμὴν φύσιν, ἀλλὰ παρὰ τὴν προαίρεσιν δοκιμάζομαι καὶ τῆς ἐμῆς ἤρτηται γνώμης τῶν ἀρετῶν ἢ τῶν κακιῶν ἡ ἐνέργεια. Τοῦ αὐτοῦ ἀντιγραφὴ πρὸς μοναχὸν ἐρωτήσαντα περὶ ὁρισμοῦ τοῦ θανάτου Οὐχ ὡς ἠπόρηται τὸ προβληθὲν παρὰ σοῦ ζήτημα, λογιώτατε πάτερ, οὕτως ἠρώτησας· ὡς γὰρ δὴ προετείνω, τοῦ ἐρωτηθέντος ἡ λύσις πρόχειρος. οὐδὲν γὰρ ἀόριστον τῷ θεῷ, οὔτε ζωὴ οὔτε θάνατος, οὐ γένεσις, οὐκ οὐσία, οὔτε τῶν ὄντων οὔτε τῶν γινομένων οὐδέν. εἰ γὰρ δὴ τὸ θεῖον ὅρος ἐστὶ τοῦ παντός, πῶς δή τι τῶν πάντων ἐκείνῳ ἀοριστήσειε; καὶ εἰ τὸ πᾶν συνειλήφει τοῦ χρόνου, μᾶλλον δὲ καὶ πρὸ χρόνου καὶ πρὸ αἰῶνος ἐφ' ἑαυτοῦ ἔστηκε, πῶς τὸ μὲν παρὸν εἰδείη, τῶν δὲ μελλόντων τι ἀγνοήσειε; περὶ ἡμᾶς γὰρ ταῦτα, οἷς ὁ χρόνος καταμεμέρισται, οἳ τὸ μὲν ἐνεστὼς ἴσμεν ὁπόσον ἡμῖν εἰς γνῶσιν ἔλθοι, τὸ δὲ μέλλον παντάπασιν ἠγνοήκαμεν, ὅτι μηδὲ συζῶμεν τῷ ἐπιόντι, ἀλλὰ τοῦ ἐσομένου τῷ κατὰ τὸ ἐνεστὼς ζῆν παντάπασιν ἀπῳκίσμεθα. ῥᾴστη τοιγαροῦν πρὸς ὅπερ ἠρώτησας ἡ ἀπόκρισις.
Τὸ δὲ θρυλλούμενον τουτὶ ζήτημα, ἵνα δή σοι κεφαλαιωδῶς καὶ ἐν ἐπιστολῆς σχήματι συνείρω τὸ πᾶν, οὕτω δὴ προβάλλονται οἱ δεινότεροι, οὐ περὶ ὅρου ζωῆς μόνον, ἀλλὰ καὶ περὶ παντὸς ἑτέρου τῶν γινομένων τὸν λόγον προάγοντες. ἐρωτῶσι γὰρ εἰ οἶδε τὸ μέλλον ὁ θεός· εἶτα δὴ συνομολογήσαντος τοῦ προσδιαλεγομένου (οὐδὲ γὰρ ἦν ἀντιλέγειν πρὸς κοινὴν ἔννοιαν) ἐπάγουσι· πότερον δὲ ὥρισται αὐτῷ ἡ γνῶσις τοῦ μέλλον161 τος ἢ ἀορισταίνει ὥσπερ ἡμῖν; δόντων δὲ ἡμῶν ὡρίσθαι αὐτῷ τὴν γνῶσιν (θάτερον γὰρ ἄτοπον) εὐθὺς ὡς ἑπόμενόν τι ἄτοπον ἐπιφέρουσι· φασὶ γὰρ ὡς, εἰ ὡρισμένως εἰδείη τόν τε ἐσόμενον δίκαιον ὁ θεὸς καὶ τὸν ἐσόμενον ἄδικον τόν τε οὕτως ἢ ἐκείνως τεθνηξόμενον, οὔθ' ὁ δίκαιος παρ' ἑαυτοῦ δίκαιος οὔθ' ὁ ἄδικος ἀρχὴν ἀδικίας τὴν προαίρεσιν ἐκληρώσατο· ἀλλ' οὐδ' ὁ φονεὺς ἄδικος, περιώρισται γὰρ τῷ τεθνηκότι ὁ τῆς ζωῆς χρόνος, καὶ εἰδότι θεῷ ὡς οὕτως τεθνήξαιτο ἐπηκολούθησεν ἡ ἀναίρεσις. πῶς γὰρ ἦν εἰδέναι μὲν ὡρισμένως τὸν θεὸν ἐκεῖνον ἀναιρεθήσεσθαι, ἐκφυγεῖν δὲ τοῦτον τὸν τρόπον τῆς ἀναιρέσεως; ὥστε καὶ ὁ φονεὺς προγνώσει θείᾳ ὑπουργηκὼς οὐ μόνον ἀθῷος παντάπασι λογισθήσεται, ἀλλὰ καὶ ἀμοιβῆς ἄξιος ὡς τὸ τοῦ δεσπότου θέλημα ἐκτετελεκώς. Τὸ μὲν οὖν ζήτημα οὕτω δὴ συντιθέασιν οἱ περὶ ταῦτα δεινοί· ἡ δέ γε λύσις οὕτως αὖθις παρὰ τῶν σοφωτέρων ἐπάγεται πρὸς τὸ πρόβλημα, ὡς ἡ γνῶσις μέση οὖσα τοῦ γινωσκομένου καὶ τοῦ γινώσκοντος ὥρμηται μὲν