ἄκρατον. Ἐκ κοιλίας κραυγή σου ἤκουσται, Ἰάκωβε, ἐν τῇ τοῦ πίθου γαστρί, καὶ ὑπήκουσέ σου ὁ τὸν οἶνον ἐκχέων σοι, πάντιμε· πληρωθεὶς γὰρ μέθης / βορβορυγμούς, ὀξυρεγμίας ὠρυγάς τε ἐκπέμπεις καὶ πνεύματα. Ὑπέταξας τὴν σάρκα, ἐχαλιναγώγησας εἰς τὰ συμπόσια, καὶ ὡς δούλῃ πίθους ἐπεφόρτισας ἀκράτου γέμοντας, καὶ πρὸς πᾶσαν μέθην / καὶ ἀκρασίαν ἀναγκάζεις, καὶ ὑπείκει σοι, πάτερ Ἰάκωβε. ᾠδὴ εʹ. Ἱλάσθητί μοι Ῥοφήματί σου ἑνὶ / ἐκένωσας δέκα κύλικας, τῷ πνεύματι δὲ προσθείς, / ἀσκὸν εἰκοσάμετρον· λείπεται, Ἰάκωβε, / τὸ στόμα πλατύνας ἐκροφῆσαι καὶ τὴν θάλασσαν. Ὑπείκουσι σταλαγμοῖς / καὶ σίδηροι καὶ ἀδάμαντες, ῥανίσι δὲ συνεχεῖ / αἱ πέτραι κοιλαίνονται· τὸν σὸν δὲ ἀκόρεστον / στόμαχον οἱ πίθοι ἐκκενούμενοι οὐκ ἤμβλυναν. Θυμὸν ὀργῶντα δεινῶς / σβεννύεις, πάτερ Ἰάκωβε· πληρώσας γὰρ εὐφυῶς / ἀκράτου τὴν κύλικα τῷ ψυχρῷ φλεγμαίνουσαν / τὴν ὀργὴν κοιμίζεις καὶ νικᾷς τὰ πάθη, πάνσοφε. Μὴ ἔλθῃς εἰς τὰς ἐμὰς / ἀμπέλους, πάτερ Ἰάκωβε, μὴ κείρῃς βότρυν ἐμόν, μὴ ληνοβατήσαις μοι· ὡς γὰρ σπόγγος ἄνικμος / ἀνιμᾷς τὸν οἶνον πᾶσι μέρεσι τοῦ σώματος. ᾠδὴ ςϛʹ. Παῖδες Ἑβραίων Ὤφθης κανὼν καὶ τύπος, πάτερ, τοῖς μεθύουσι, / μὴ συγκιρνῶν τὸν οἶνον μηδ' ἀμβλύνων αὐτοῦ / δι' ὕδατος τὸν τόνον, ἀλλ' ὡς ἐρρύη χρώμενος, / τῶν βοτρύων ἐκθλιβέντων. Στέψον τὴν κάραν σου ταῖς δάφναις, ἐπενδύθητι / καὶ δέρματα δορκάδων, καὶ τοὺς θύρσους κινῶν / τῷ ∆ιονύσῳ κράζε· «εὖ ὕις ἄτ[ις], βρόμιε, / βοτρυοῦχε, ληνοβάτα.» Ἅπτουσαν κάμινον τῆς μέθης κατεπάτησας / ὡς ἄλλος Ἀζαρίας, καὶ ἀγγέλου χωρὶς / οὐδ' ὅλως κατεφλέχθης, σβέσας τὴν φλόγα, πάντιμε, / ἀκράτῳ πολυποσίᾳ. ∆άκρυσι πλύνεις σου τὴν κλίνην καὶ βαπτίσματι / βαπτίζῃ καθ' ἡμέραν· ἡ γαστήρ σου καὶ γὰρ / τὸν οἶνον μὴ χωροῦσα δι' ὀχετῶν τοῦ σώματος / ἀποβλύζει τοῦτον, πάτερ. ᾠδὴ ζʹ. Ἑπταπλασίως κάμινον Ὥριμος βότρυς πέφυκεν / ἡ σὴ ὄψις, Ἰάκωβε, οἴνους διαφόρους πανταχόθεν βλύζουσα, τὸν Χῖον τοῖς ὄμμασι / τοῖς γνάθοις τε τὸν Πράμνειον καὶ τὸν ἀνθοσμίαν ὀχετοῖς τῶν ὀφρύων, τοῖς χείλεσι τὸν Κεῖον / καὶ τῷ στόματι, πάτερ, ἡδύοσμον ὀσφρήσει / καὶ μέλανα τῇ χρόᾳ. Κλινοπετὴς καὶ πάννυχος / ἐκτελεῖς τὸν κανόνα σου, χαίρων τῇ ἀσκήσει τῆς σαρκός, Ἰάκωβε· ἀσκοὺς γὰρ προθέμενος / φιάλας τε καὶ κύπελλα, πίνεις ὅλην νύκτα καὶ καυχώμενος λέγεις· οὐκ ἔμιξα τῷ οἴνῳ / ὥσπερ κάπηλος ὕδωρ, οὐ ψῦχον οὐδὲ ζέον, / ἀκράτου τούτου σπῶμαι. Ὡς οἰκονόμος πάνσοφος / νουνεχής τε καὶ φρόνιμος ἀποθησαυρίζεις μετοπώρῳ πάντοτε κεράμια γέμοντα / οἴνου καλοῦ, Ἰάκωβε, καὶ κατακλιθεὶς ἐπὶ τῆς κλίνης εὐθέως ἀφροντίδι καρδίᾳ / ἀμερίμνῳ τε βίῳ τὸν χρόνον ὅλον πίνεις· / ὢ ξένων θαυμασίων. Νέον ἀσκὸν εὐμήχανον / ἀπειργάσω τὸ σῶμά σου, τάξας εἰσδοχὰς καὶ ἐκβολάς, Ἰάκωβε· καὶ γὰρ εἰσδεχόμενος / πρηγορεῶνι πέμπεις εὐθύς, καὶ ἐμπιπλαμένη ἡ γαστήρ σου οὐκ ἔστιν· ὡς θάλασσα γάρ, πάτερ, / ποταμοὺς δεχομένη ἰσόμετρος τυγχάνει / διὰ μηχανουργίαν. ᾠδὴ ηʹ. Ἐξέστη ἐπὶ τούτῳ Στηρίξας σου τοὺς πόδας / ἐν τῷ ληνῷ ἐν τοῖς βότρυσιν ἔχεις τὰς χεῖράς σου καὶ τοῖς ἀσκοῖς πέμπεις σου τὸ βλέμμα, πάτερ σοφέ· ἐρείσας δὲ τὸ στόμα σου / ἐν βαθεῖ κυπέλλῳ πίνεις ὡς βοῦς, οὐδ' ὅλως ἀναπνέων, / οὐδ' ὅλως ἐπασθμαίνων, ἀλλ' ἀνελκύων ὥσπερ ἄμπωτις. Τὰς τάξεις τῶν ἀγγέλων / ἐν οὐρανῷ, ἐπὶ γῆς δὲ ἐκπλήττεις ἀνθρώπων ψυχάς, ὅτι τὰ σὰ χείλη ἐναρμόττων ἐν τοῖς ἀσκοῖς ἀπορροφᾷς τὸν ἄκρατον / βλέπων ὥσπερ ταῦρος τοῖς ὀφθαλμοῖς, καὶ πίνων ἀνενδότως / ἄχρις ἰλύος, πάτερ, μὴ συγκοπτόμενος τῷ πνεύματι. Ἀσκήσεως κανόνας / οὐκ ἀναγνοὺς ἀσκητὴς ἀνεφάνης αὐτόματος ἀσκῶν, σοφέ, ἄσκησιν τὴν ὄντως ἀσκητικήν· ἀσκητικῶς γὰρ ἤσκησας / πίνων ἐν ἀσκήσει πολλοὺς ἀσκούς· ἀσκήσας δὲ ἐν βίῳ / ἀσκήσεως τοὺς ἄθλους, ἀσκοὺς ἐν βίῳ πάντας εἴληφας. Στεφανοὺς ἐξ ἀμπέλων / σῇ κορυφῇ ἐπιθήσωμεν, πάτερ Ἰάκωβε, καὶ τοῖς ὠσὶ