15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
τῆς πρώτης ἔχειν νομοθεσίας, τὰς δὲ ἐκβάσεις ἀπὸ τῆς δευτέρας λαμβάνειν, «πτέρυγες περιστερᾶς περιηργυρωμέναι», εἴρηται δὲ κατ' ἔλλειψιν τοῦ «κυκλώσουσιν ἡμᾶς»· τοῖς γὰρ ἀπὸ τοῦ γράμματος ἐπὶ τὸ πνεῦμα διαβαίνουσιν αἱ δυνάμεις τοῦ θείου συνεργοῦσι πνεύματος· τοῦτο γὰρ ἡ περιστερά, ἧς «τὰ μετάφρενα χλωρότης χρυσίου». μετάφρενα δ' ἂν νοοῖντο τῆς θείας περιστερᾶς οἱ Μωσαϊκοὶ νόμοι, ὅθεν οὐδὲ καθαρὸς παρ' αὐτοῖς ὁ χρυσός· ὁ γὰρ εὔρυζος ἐν τοῖς ἐμπροσθίοις τεταμίευται μέρεσι, φημὶ δὴ τοῖς εὐαγγελικοῖς καὶ τῆς θείας οἰκονομίας. «ἐν» γοῦν «τῷ διαστέλλειν» φησί «τὸν ἐπουράνιον βασιλεῖς ἐπ' αὐτῆς, χιονωθήσονται ἐν Σελμών». ὁπηνίκα, γάρ φησιν, ὁ ἐπουράνιος κύριος διορίζει τοὺς ἱεροὺς ἀποστόλους ὥσπερ τινὰς δυνάστας καὶ βασιλεῖς ἐπ' αὐτῆς τῆς θείας περιστερᾶς, φημὶ δὲ τῆς ὑψηλῆς τοῦ πνεύματος χάριτος, λαμπρότη τος ἀπορρήτου πλησθήσονται οἱ τὴν τοῦ ἁγίου πνεύματος δεξάμενοι κάθοδον ἐν Ἱερουσαλήμ. Καὶ ἵνα τὰ σαφέστερα τοῦ ψαλμοῦ ἐάσω, «ἀνέβης» φησίν «εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν», ὅπερ ἐστίν, ὑψώθης ἐν τῷ σταυρῷ καὶ τὴν αἰχμαλωτισθεῖσαν ἡμῶν φύσιν παρὰ τοῦ δεινοῦ τυράννου ἀντῃχ μαλώτευσας. «ἔλαβες δόματα ἐν ἀνθρώποις, καὶ γὰρ ἀπειθοῦντας τοῦ κατασκηνῶσαι»· ἀπὸ γὰρ τῶν σεσωσμένων, φησί, παρὰ σοῦ ὥσπερ μισθοὺς τῆς σωτηρίας αὐτοῖς ἀπείληφας. τίνας τούτους; ὥστε ἀπειθεῖς αὐτοὺς ὄντας τὸ πρότερον δέξασθαι τὴν σὴν παρουσίαν καὶ κατασκήνω σιν. «Τοῦ» γὰρ «κυρίου» φησίν «αἱ διέξοδοι τοῦ θανάτου»· συγκεκλεισμένας γὰρ οὔσας τὰς τοῦ θανάτου πύλας ὁ θεὸς ἀνέῳξε καὶ διέξοδον τοῖς ἐγκεκλεισμένοις παρέσχετο. εἰ δὲ καὶ ἔτι σπαίρουσιν αἱ τῶν πονηρῶν δρακόντων σπεῖραι, ἀλλ' «ὁ θεὸς συνθλάσει τὰς κεφαλὰς» αὐτῶν, «κορυ φὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν», τουτέστι καὶ τὰ λεπτότατα τῶν ἡμετέρων ἁμαρτημάτων διακριβούντων κατὰ τὰς οἰκείας κακοηθείας. «κύριος» γὰρ «εἶπεν· ἐκ Βασὰν ἐπιστρέψω», τουτέστιν ἀπὸ τῆς προτέρας αἰσχύνης ἐπιστρέφω πρὸς ἐμαυτὸν τὴν ὀλισθήσασαν φύσιν, καὶ ἐπιστρέφω σε, φησὶ πρὸς τὸν πεπτωκότα ἄνθρωπον, ἐν τοῖς πνευματι κοῖς ὕδασιν, «ὅπως ἂν» ἡ πᾶσά σου τῆς ζωῆς βάσις «βαφῇ» τῷ ἐμῷ «αἵματι». «Ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ' αὐτοῦ»· τοῦτο δὲ ὡς ἐξ ἑτέρου προσώπου εἰρημένον ἐστὶ πρὸς τὸν σῳζόμενον ἄνθρωπον, ὅτι, κἂν μετὰ τὴν ἐπάνοδον γλῶσσαί σε περιλιχμάζωσι κύνειαι, ὥσπερ ἐξ ἐχθρῶν τινων διερεθιζόμεναι, παρὰ θεοῦ ἔχουσι τὸ τῆς τιμωρίας ἐνδόσιμον, ὥστε δοκίμιον κἀνταῦθα φανῆναί σοι τῆς πρὸς τὰ δεινὰ γενναιότητος.
37 [νδʹ.] Ἑτέρα ἐπίλυσις ψαλμικῆς ῥήσεωσ
Ὃ δοκεῖς ἀκατάλληλον καὶ ἀνακόλουθον εἶναι παρὰ τῷ ἑβδομηκοστῷ ψαλμῷ ῥητὸν κείμενον, καὶ λίαν ἐστὶ κατάλληλον καὶ ἀκόλουθον· εἰρηκὼς γὰρ ὁ ∆αυίδ, «τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου», εὐθὺς ἐπήγαγεν, «ὅτι οὐκ ἔγνων γραμματείας, εἰσελεύσομαι ἐν δυναστείᾳ κυρίου». ἐπαγγειλάμενος γὰρ μέγα τι πρᾶγμα καὶ δυσκατόρθωτον, ἀ[ναγγελ]εῖν τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ τὴν σωτηρίαν αὐτοῦ-»τίς» γὰρ «ἔγνω νοῦν κυρίου», τίς «εἰς τὰ ἔσχατα» αὐτοῦ «[ἀφί]κετο», τίς δὲ καὶ ἐτόλμησέ ποτε διηγήσασθαι «τὴν ἄβυσσον τῶν κριμάτων» αὐτοῦ καὶ τὴν ἰσορροπίαν τῆς θείας δικαιοσύνης ἐν τοῖς φαινομένοις ἀνίσοις ζυγοῖς, ἐκ ποίων δέ τις καὶ ἀφορμῶν ἐπὶ τὴν ἐκπλήρω σιν τῆς τοιαύτης ὁρμηθείη ἐπαγγελίας; -ὡς οὖν οὐ χωρούσης τῆς ἡμετέρας φύσεως τὰ τῆς «δικαιοσύνης»