τῷ κυρίῳ, οὐχ ἑαυτῶν κατη γοροῦντες ὡς ἀπίστων ἔλεγον αὐτῷ τὸ «Κύριε, πρόσθες ἡμῖν «πίστιν»· καὶ γὰρ ἐν τῷ «πρόσθες» σαφῶς παρίσταται ὅτι πίστιν 32.15.175 εἶχον χωροῦσαν προσθήκην. εἴπερ οὖν συνήκαμεν ταῦτα, νόει μοι τὰς προσθήκας τῶν πιστοποιούντων μετά τινα πρότερον πιστοποιή σαντα προστιθέναι τῇ πίστει· ὥστε καὶ τοὺς μαθητὰς πρὸς οἷς εἶχον πιστοποιητικοῖς καὶ τοῦτο προσειληφέναι τὸ βλέπειν πληρου μένην τὴν λέγουσαν γραφήν· «Ὁ τρώγων μου τὸν ἄρτον, ἐπῆρεν «ἐπ' ἐμὲ τὴν πτέρναν αὐτοῦ», παριστάντος τοῦ προφητευομένου ὅτι 32.15.176 αὐτὸς ἦν περὶ οὗ ταῦτα ἐθεσπίζετο. καὶ ἄκουε τοῦ «Ἵνα πιστεύητε» ὡς ἴσον δυναμένου τῷ "7ἵνα † πιστεύητε ἐνεργῆτε"7, παραμένοντες τῷ 32.15.177 πιστεύειν καὶ μηδεμίαν ἀφορμὴν πρὸς τὸ μετατίθεσθαι ἴσχοντες. καὶ εἴ τοι μὴ μεγέθει μεγάλη ἡ πίστις ἦν ἢ πλήθει πολλή, οὐκ ἂν ἔλε 32.15.178 γεν ὁ Παῦλος τὸ «Κἂν ἔχω πᾶσαν τὴν πίστιν». ὥσπερ γὰρ ὁ τέλειος καὶ πάσας ἔχων τὰς ἀρετάς, τελείαν ἑκάστην ἀναλαβών, τελείαν ἔχει τὴν σοφίαν καὶ τελείαν τὴν σωφροσύνην, οὕτω δὲ καὶ τὴν εὐσέβειαν καὶ τὰς λοιπάς· οὕτως ἄν τις εἴποι τῇ τοῦ πιστεύειν 32.15.179 ἀρετῇ τέλειος τὸ πᾶσαν ἔχειν τὴν πίστιν. ταῦτα δέ φημι ὡς οὐ κυρίως ἂν λεχθησομένης τῆς ἀτελοῦς σοφίας ἢ σωφροσύνης ἢ εὐσε βείας ἢ τῶν λοιπῶν ἀρετῶν, ἀλλὰ καταχρηστικῶς, καὶ τῶν ἐν 32.15.180 ἑκάστῃ ἀρετῇ προκοπῶν ὁμωνύμως τῇ τελείᾳ ὀνομαζομένων. οὕτω γὰρ σοφὸς λέγεται ὁ ἁμαρτάνων μέν τινα ὡς ἐλέγχου δεῖσθαι, οὐ μὴν καὶ μισῶν τοὺς ἐλέγχοντας ἀλλὰ καὶ μᾶλλον ἀγαπῶν, καθ' ὃ 32.15.181 γέγραπται· «Ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε». οὕτω δὲ καὶ σοφὸς 32.15.181 λέγεται, ἐπιδεκτικὸς ὢν ἑτέρων θεωρημάτων σοφίας καὶ μηδέπω ἔχων τὰ δεύτερα, καθ' ὃ λέγεται καὶ τὸ «∆ίδου σοφῷ ἀφορμήν, 32.15.182 «καὶ σοφώτερος ἔσται». ἀλλὰ γὰρ ἐπὶ ταῦτα ἐληλύθαμεν, δει κνύντες ὅτι ἐνδέχεται τὸν ἤδη πιστεύοντα μανθάνειν τινά, ἵνα πάλιν πιστεύῃ, καὶ διὰ τῆς προσθήκης τῶν μαθημάτων προστι θέναι τῇ πίστει. 32.16.183 Εἰ δὲ βουλόμεθα εἰδέναι τίς ἐστιν ὁ πᾶσαν ἔχων τὴν πίστιν, λάβωμεν ἐπὶ παραδείγματος κεφαλαιωδῶς τὰ ἐν τῷ πιστεύ εσθαι σώζοντα τὸν πιστεύοντα, φέρε εἰπεῖν, ὄντα τὸν ἀριθμὸν ἑκατόν, καὶ λέγωμεν ὅτι ὁ μὲν τὰ προειρημένα ἑκατὸν ἀδιστάκτως παραδεχόμενος καὶ ἑκάστῳ αὐτῶν βεβαίως πιστεύων πᾶσαν ἔχει τὴν πίστιν· ὁ δὲ λείπων ἔν τινι ἀριθμῷ τῶν ἐν τῷ πιστεύεσθαι σω ζόντων, ἢ τῇ πρὸς τὰ πιστευόμενα βεβαιότητι, τοσοῦτον λείπει τοῦ πᾶσαν ἔχειν τὴν πίστιν, ὅσοις ἀριθμοῖς πιστεύων ἐνδεῖ ἢ ὅσον ἀφέστηκεν τῆς περὶ τῶν πιστευομένων βεβαιότητος εἴτε πάντων εἴτε τινῶν· ἵν' ἐπὶ τοῦ παρόντος δοθῇ τισὶν μὲν δύνασθαι βεβαίως πιστεύειν τινά, τισὶν δὲ πιστεύειν μέν, οὐ βεβαίως δέ· πλὴν ὁμο λογουμένως δοθείη ἂν ἀμήχανον ἀποδείκνυσθαι τὸν ἐν <ἑνὶ> ἀτελῆ πρὸς μηδὲν ἔχειν βεβαιότητα, ὅτι οὐ τὸ ἴσον ἀπόστημα ἀπὸ τῆς πρὸς τὰ πιστευόμενα βεβαιότητος ἀπέχει ἕκαστος τῶν, ἵν' οὕτως ὀνομάσω, κατὰ τὴν γραφὴν ὀλιγοπίστων καὶ τὴν πρὸς τὰ πιστευόμενα 32.16.184 βεβαιότητα οὐδέπω ἀνειληφότων. τούτοις δὲ ἕπεται διὰ τὸ «Κατὰ τὴν «πίστιν σου γενηθήτω σοι» καὶ διὰ τὸ «Ἡ πίστις * σέσωκέν σε» ἑκάστῳ ἀπαντῆσαι κατὰ τὴν ἐν τῇ δικαίᾳ κρίσει τοῦ θεοῦ ἀμοιβὴν ἀνάλογον τοσῇδε καὶ τοιᾷδε πίστει καὶ σωτηρίαν· εἴ γέ ἐστίν τις καὶ ἐν ταύτῃ σωζομένων διαφορά, ὡς τὸ «Ὧι μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται «ὑμῖν» φθάνειν καὶ ἐπὶ τὰ μέτρα τῆς πίστεως καὶ τὰ μέτρα τῆς 32.16.185 ἀπὸ θεοῦ ἀμοιβῆς καὶ σωτηρίας. ὁ δὲ τὸν τούτων κατανοήσας λόγον θεωρήσει πῶς εὐλόγως ὡς μὴ δυναμένοις κρίνειν τοῖς ἀνθρώποις λέγεται· «Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε» καὶ τὸ «Μὴ πρὸ καιροῦ τι 32.16.186 «κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος». πάλιν τ' αὖ ἐπεὶ ἔλεγον ὡς ἐπὶ παραδείγματος, ἑκατὸν ὄντων τῶν σωζόντων ἐν τῷ πιστεύεσθαι, τὸν μὲν τοῖς ἑκατὸν βεβαίως πιστεύοντα πᾶσαν ἔχειν τὴν πίστιν, τὸν δὲ λείποντα τῇ πρός τινα τῶν ἑκατὸν πίστει ἢ τῇ πρὸς τὰ πιστευόμενα βεβαιότητι διαφόρως μὴ πᾶσαν ἔχειν τὴν πίστιν, ἐκθήσομεν 32.16.187 σαφηνείας ἕνεκεν τοιαῦτα. «Πρῶτον πάντων πίστευσον ὅτι εἷς ἔστιν «ὁ θεός, ὁ τὰ