ἑαυτῶν δὲ ποιοῦνται πάρεργον δυναστείας τὴν κατ' ἐκείνων ὠμότητα. Παραβάλλετε τοίνυν ταύτην μου τὴν ἐπιστολὴν, ᾗ μικρῷ πρώην ἐπέστειλα· καὶ τὸ διάφορον κατανοήσατε, πόσους μὲν ὑμῶν ἐπαίνους ἔγραφον τότε. Νυνὶ δὲ, μὰ τοὺς θεοὺς, ὀφείλων ὑμᾶς ἐπαινεῖν, οὐ δύναμαι διὰ τὴν παρανομίαν. Τολμᾷ δῆμος, ὥσπερ οἱ κύνες, ἄνθρωπον σπαράττειν· εἶτα οὐκ αἰσχύνεται καὶ φυλάττει καθαρὰς τὰς χεῖρας, ὡς προσάγειν πρὸς τοὺς θεοὺς αἵματος καθαρευούσας. Ἀλλὰ «Γεώργιος ἄξιος ἦν τοῦ τοιαῦτα παθεῖν·» καὶ τούτων ἴσως ἐγὼ φαίην ἂν χείρονα καὶ πικρότερα· καὶ δι' ὑμᾶς, ἐρεῖτε· σύμφημι καὶ αὐτός· παρ' ὑμῶν δὲ εἰ λέγοιτο τοῦτο, οὐκέτι συγχωρῶ· νόμοι γὰρ ὑμῖν εἰσὶν, οὓς χρὴ τιμᾶσθαι μάλιστα μὲν ὑπὸ πάντων ἰδίᾳ καὶ στέργεσθαι. Πλὴν ἐπειδὴ συμβαίνει τῶν καθ' ἕκαστόν τινας παρανομεῖν, ἀλλὰ τὰ κοινὰ γοῦν εὐνομεῖσθαι χρὴ, καὶ πειθαρχεῖν τοῖς νόμοις ὑμᾶς, καὶ μὴ παραβαίνειν ὅσαπερ ἐξ ἀρχῆς ἐνομίσθη καλῶς. Εὐτύχημα γέγονεν ὑμῖν, ἄνδρες Ἀλεξανδρεῖς, ἐπ' ἐμοῦ πλημμελῆσαι τοιοῦτό τι ὑμᾶς, ὃς αἰδοῖ τῇ πρὸς τὸν θεὸν, καὶ διὰ τὸν πάππον τὸν ἐμὸν καὶ ὁμώνυμον, ὃς ἦρξεν αὐτῆς τε Αἰγύπτου, καὶ τῆς ὑμετέρας πόλεως, ἀδελφικὴν ὑμῖν εὔνοιαν ἀποσώζω. Τὸ γὰρ τῆς ἐξουσίας ἀκαταφρόνητον, καὶ τὸ ἀπηνέστερον καὶ καθαρὸν τῆς ἀρχῆς, οὔποτε ἂν δήμου περιίδοιεν τόλμημα, μὴ, καθάπερ νόσημα χαλεπὸν, πικροτέρῳ διακαθᾶραι φαρμάκῳ. Προσφέρω δὲ ἐγὼ ὑμῖν, δι' ἅσπερ ἔναγχος ἔφην αἰτίας, τὸ προσηνέστατον, παραίνεσιν καὶ λόγους. Ὑφ' ὧν εὖ οἶδ' ὅτι πείσεσθε μᾶλλον, εἴπερ ἐστὲ, καθάπερ ἀκούω, τό τε ἀρχαῖον Ἕλληνες, καὶ τὰ νῦν ἔτι τῆς εὐγενείας ἐκείνης ὕπεστιν ὑμῖν ἀξιόλογος καὶ γενναῖος ἐν τῇ διανοίᾳ καὶ τοῖς ἐπιτηδεύμασιν ὁ χαρακτήρ. Προτεθήτω τοῖς ἐμοῖς πολίταις Ἀλεξανδρεῦσιν. Τοιαῦτα μὲν οὖν ὁ βασιλεύς. 3.4 Ὡς Γεωργίου ἀναιρεθέντος, Ἀθανάσιος κατελθὼν εἰς τὴν ἐκκλησίαν τῆς Ἀλεξανδρείας ἐγκρατὴς ἐγένετο. Οὐκ εἰς μακρὰν δὲ ἐκ τῆς φυγῆς κατελθόντα Ἀθανάσιον ἀσμένως ὁ τῶν Ἀλεξανδρέων λαὸς ἐδέξατο· ἐξώθησαν τότε ἐκ τῶν ἐκκλησιῶν τοὺς τοῦ Ἀρειανοῦ δόγματος, παραδιδόασι δὲ Ἀθανασίῳ τοὺς εὐκτηρίους τόπους. Οἱ δὲ Ἀρειανίζοντες ἐν οἰκίσκοις ἀσήμοις συναγόμενοι εἰς τόπον Γεωργίου Λούκιον προχειρίζονται. Ἐν τοιαύτῃ μὲν δὴ καταστάσει τὰ κατὰ τὴν Ἀλεξάνδρειαν ἦν. 3.5 Περὶ Λουκίφερος καὶ Εὐσεβίου. Ἐν δὲ δὴ τῷδε τῷ χρόνῳ Λούκιφερ καὶ Εὐσέβιος προστάγματι τοῦ βασιλέως τῆς ἐξορίας ἀνακέκληντο· Λούκιφερ μὲν Καράλων ἐπίσκοπος, ἥ ἐστι πόλις Σαρδανίας, Εὐσέβιος δὲ Βρεκέλλων· πόλις δὲ αὕτη τῶν ἐν Ἰταλίᾳ Λιγύων, ὥς μοι καὶ πρότερον εἴρηται. Ἄμφω οὖν τῶν ἄνω Θηβῶν τῆς ἐξορίας ἐπανϊόντες, συμβουλὴν ἐποιοῦντο, τίνα τρόπον τὸν τῆς ἐκκλησίας κανόνα διαφθειρόμενον μὴ παρίδωσιν. 3.6 Ὡς Λούκιφερ ἐν Ἀντιοχείᾳ γενόμενος Παυλῖνον ἐχειροτόνησεν. Ἐδόκει οὖν, Λουκίφερα μὲν ἐπὶ τὴν Συρίας Ἀντιόχειαν παραγενέσθαι, Εὐσέβιον δὲ ἐπ' Ἀλεξάνδρειαν· ὅπως ἂν σύνοδον ἅμα Ἀθανασίῳ ἀθροίσαντες τὰ τῆς ἐκκλησίας κρατύνωσι δόγματα. Λούκιφερ μὲν οὖν διάκονον εἰς τὸν αὐτοῦ τόπον ἀποστέλλει, δι' οὗ στέρξειν ὡμολόγει τὰ ὑπὸ τῆς συνόδου τυπούμενα. Αὐτὸς δὲ ἐπὶ τὴν Ἀντιόχειαν χωρήσας, εὑρίσκει τεταραγμένην τὴν ἐκκλησίαν· ἐδιχονόει γὰρ τὰ πλήθη πρὸς ἑαυτά. Οὐ γὰρ μόνον ἡ Ἀρειανὴ αἵρεσις ὑπὸ Εὐζωΐου τυγχάνουσα τὴν ἐκκλησίαν ἐχώριζεν· ἀλλὰ γὰρ καὶ, ὡς ἤδη πρότερον ἔφην, καὶ οἱ Μελετίῳ ἀκολουθήσαντες, ἐν σπουδῇ τῇ περὶ τὸν καθηγητὴν, πρὸς τοὺς ὁμόφρονας διεκρίνοντο. Καταστήσας οὖν Παυλῖνον ἐπίσκοπον αὐτοῖς, αὖθις ἀπεχώρει. 3.7 Ὡς Εὐσέβιος ἑνωθεὶς Ἀθανασίῳ σύνοδον ἐπισκόπων πεποιήκασιν ἐν Ἀλεξανδρείᾳ,τρανῶς τὴν Τριάδα ὁμοούσιον ἀνακηρύξαντες. Εὐσέβιος δὲ καταλαβὼν τὴν Ἀλεξάνδρειαν, σπουδαιότερον ἅμα Ἀθανασίῳ συνεκρότει τὴν σύνοδον· συνῆλθόν τε ἐκ διαφόρων πόλεων ἐπίσκοποι, καὶ περὶ πλείστων καὶ ἀναγκαιοτάτων λόγους ἐγύμνασαν. Ἔνθα καὶ τὸ Ἅγιον Πνεῦμα θεολογήσαντες τῇ ὁμοουσίῳ Τριάδι συνανελαμβάνοντο· καὶ τὸν ἐνανθρωπήσαντα οὐ μόνον ἔνσαρκον, ἀλλὰ καὶ ἐμψυχωμένον ἀπεφῄναντο, ᾗ καὶ