1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

84

καὶ ἔθους μακροῦ καὶ πατρῴων δογμά των, εἰ μὴ τῶν μὲν ἐθαύμασαν τὴν ἀλήθειαν, τῶν δὲ τὸ μυθῶδες 9.31 ἐμίσησαν. Τί δήποτε δὲ μὴ τοὺς παλαιοὺς τῆς ἐκκλησίας ἐνθυ μεῖσθε πολέμους; εὐπετῶς γὰρ μάλα ταύτην διαλύσετε δι' ἐκεί νων τὴν δόξαν. Εἰ γὰρ τοσοῦτοι βασιλεῖς καὶ τηλικοῦτοι, κατὰ τῆς εὐσεβείας παντὶ σθένει παραταξάμενοι καὶ μηχανὰς προσ ενεγκόντες παντοδαπάς, οὐδὲ βραχὺν τοῖς ταύτης περιβόλοις ἐνειργάσαντο κλόνον, ἠλίθιος ἄρα καὶ παντελῶς ἔμπληκτος ὁ μὴ θείαν ὑπολαμβάνων τῶν ἁλιέων τὴν δύναμιν, ἀλλ' ἐκ βασιλικῆς ταύτην ηὐξῆσθαι δυναστείας νομίζων. 9.32 Ἵνα δὲ τοῦτο ὑμῖν ἐκδηλότερον γένηται, τὰ παρὰ Περσῶν νῦν τολμώμενα καταμάθετε. Ποῖον γάρ τοι εἶδος σφαγῆς κατὰ τῶν εὐσεβούντων οὐκ ἐπινενόηται τούτοις; οὐκ ἐκδοραί, οὐκ ἐκτομαὶ χειρῶν καὶ ποδῶν, καὶ ὤτων καὶ ῥινῶν κολοβώσεις, καὶ δεσμοὶ πρὸς ὑπερβολὴν ὀδύνης ἐξευρημένοι, καὶ ὀρύγματα κεχριμένα μὲν εἰς ἀκρίβειαν, μυῶν δὲ τῶν μεγίστων ἀνάπλεα τοὺς δεδεμέ νους θοιναζομένων; ἀλλ' ὅμως τοσαύτας καὶ τούτων πολλαπλα σίας κατὰ τῶν εὐσεβούντων τιμωρίας ἐξευρηκότες, αἰκίζονται μὲν καὶ κολοβοῦσι τὰ σώματα καὶ παντάπασι διαφθείρουσι, τὸν δέ γε 9.33 τῆς πίστεως οὐ λῃστεύουσι θησαυρόν. Καὶ τοῖς μὲν ἄλλοις αὐτῶν νόμοις ἅπαντας ὑποκύπτειν τοὺς ὑπηκόους καταναγκά ζουσι, τοὺς δὲ τῶν ἁλιέων ἐξαρνηθῆναι τοὺς πεπιστευκότας οὐ πείθουσιν. Ἀλλὰ κατὰ τοὺς Ζαράδου πάλαι Πέρσαι πολιτευόμενοι νόμους καὶ μητράσι καὶ ἀδελφαῖς ἀδεῶς καὶ μέντοι καὶ θυγατράσι μιγ νύμενοι καὶ νόμον ἔννομον τὴν παρανομίαν νομίζοντες, ἐπειδὴ τῆς τῶν ἁλιέων νομοθεσίας ἐπήκουσαν, τοὺς μὲν Ζαράδου νόμους ὡς παρανομίαν ἐπάτησαν, τὴν εὐαγγελικὴν δὲ σωφροσύνην ἠγάπησαν· καὶ κυσὶ καὶ οἰωνοῖς τοὺς νεκροὺς προτιθέναι παρ' ἐκείνου μεμαθηκότες, νῦν τοῦτο δρᾶν οἱ πιστεύσαντες οὐκ ἀνέχονται, ἀλλὰ τῇ γῇ κατακρύπτουσι καὶ τῶν τοῦτο δρᾶν ἀπα γορευόντων οὐ φροντίζουσι νόμων οὐδὲ πεφρίκασι τὴν τῶν κολα ζόντων ὠμότητα· πλέον γάρ που δεδοίκασι τὸ τοῦ Χριστοῦ δικαστήριον· καὶ τὰ ὁρώμενα γελῶντες ὀνειροπολοῦσι τὰ μὴ φαινόμενα καὶ δειμαίνουσιν. Καὶ τούσδε τοὺς νόμους παρ' ἀνδρῶν 9.34 Γαλιλαίων ἐδέξαντο· καὶ τὴν μὲν Ῥωμαίων δυναστείαν οὐκ ἔδεισαν, τῇ δὲ τοῦ σταυρωθέντος ὑπετάγησαν βασιλείᾳ· καὶ κατὰ μὲν τοὺς Ῥωμαίων πολιτεύεσθαι νόμους οὔτε Αὔγουστος αὐτοὺς κατηνάγκασεν οὔτε Τραϊανός, ὁ τὴν ἐκείνων καταλύσας ἀρχήν, τὰ δὲ Πέτρου καὶ Παύλου καὶ Ἰωάννου καὶ Ματθαίου καὶ Λουκᾶ καὶ Μάρκου ξυγγράμματα ὡς οὐρανόθεν κομισθέντα γεραίρουσι, καὶ οἱ ἰθαγενεῖς τοῖς τῶν ξένων καὶ ἐπηλύδων ὑπετάγησαν νόμοις. 9.35 Καὶ Μασσαγέται δέ, τρισαθλίους ἡγούμενοι πάλαι τοὺς ἄλλως πως καὶ μὴ διὰ σφαγῆς τελευτῶντας καὶ τούτου εἵνεκα τοὺς γεγηρακότας θύειν καὶ θοινᾶσθαι ποιησάμενοι νόμον, ἐπειδὴ τῶν ἁλιευτικῶν καὶ σκυτοτομικῶν ἐπήκουσαν νόμων, ἐβδελύξαντο τὴν 9.36 μυσαρὰν ταύτην ἐδωδὴν καὶ σφαγήν. Καὶ Τιβαρηνοὶ τοὺς πρεσβύ τας κατὰ κρημνῶν βαθυτάτων εἰθικότες ὠθεῖν, τὸν παμπόνηρον τοῦτον κατέλυσαν νόμον, τῶν εὐαγγελικῶν ἐπακούσαντες νόμων. Οὐκέτι δ' οὔτε Ὑρκανοὶ οὔτε Κάσπιοι τοὺς κύνας τοῖς τῶν τεθνεώτων ἐκτρέφουσι σώμασιν, οὔτε Σκύθαι τοῖς τετελευτηκόσι ξυγκατορύττουσι ζῶντας, οὓς ἠγάπων ἐκεῖνοι. Τοσαύτην εἰργά σαντο μεταβολὴν τῶν ἐθνῶν τῶν ἁλιέων οἱ νόμοι. 9.37 Καὶ οὗτοι μὲν καὶ τὰ βάρβαρα ἔθνη κατὰ τοὺς σφῶν ἔπεισαν πολιτεύεσθαι νόμους· Πλάτων δὲ τῶν φιλοσόφων ὁ ἄριστος, νό μους γεγραφώς, οὐδὲ Ἀθηναίους ἔπεισε τοὺς οἰκείους πολίτας κατὰ τὰς τούτων ὑποθήκας τὴν πολιτείαν ῥυθμίσαι. Καὶ μάλα γε 9.38 εἰκότως· μάλα γάρ εἰσι καταγέλαστοι. Καὶ ἵνα μή τις ὑπολάβῃ με συκοφαντεῖν τὸν φιλόσοφον, ἀκούσατε, ὦ ἄνδρες, ὧν ἐκεῖνος νενομοθέτηκεν. Κελεύσας γὰρ καὶ τὰς γυναῖκας, οὐ μόνον τὰς νέας, ἀλλὰ καὶ τὰς γεγηρακυίας, γυμνάζεσθαι, εἶτα γελῶντας τοὺς προσδιαλεγομένους ἰδών, ὑπολαβὼν ἔφη· "Ὁ δὲ γελῶν ἀνὴρ ἐπὶ γυμναῖς ταῖς γυναιξὶ τοῦ βελτίστου ἕνεκα γυμναζομέ ναις, ἀτελῆ τοῦ γελοίου σοφίας δρεπόμενος καρπόν, οὐδὲ οἶδεν, 9.39 ὡς ἔοικεν, ἐφ'