84
ὑποδείκνυσι τέλος. Εἴρηκε δὲ τοῦτον τὸν ψαλ μὸν ὁ μέγας ∆αβὶδ, ὑπὸ τοῦ Ἀβεσσαλὼμ διωκόμε νος, καὶ ὑπὸ τοῦ Σεμεεὶ λοιδορούμενος, καὶ πρὸς τὸν προτεταγμένον πολλὴν ἔχει τὴν συμφωνίαν. 80.1145 βʹ, γʹ. "Εἶπα, Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου· ἐθέμην τῷ στόματί μου φυλακὴν, ἐν τῷ συστῆναι τὸν ἁμαρ τωλὸν ἐναντίον μου. Ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀν εκαινίσθη." Φεύγοντα τὸν μέγαν ∆αβὶδ τοῦ πα τραλοίου παιδὸς τὴν τυραννίδα, ὁ Σεμεεὶ κατὰ τὴν ὁδὸν ὑπαντήσας, καὶ βώλοις ἔβαλλε, καὶ λόγοις ἐλοιδόρει τὸν ἄνδρα, παράνομον καὶ ἄνδρα αἱμά των ἀποκαλῶν. Ἀλλὰ τῇ συνήθει φιλοσοφίᾳ χρώ μενος ὁ θεῖος ∆αβὶδ, οὐ μόνον αὐτοὺς οὐκ ἠμύνατο, ἀλλὰ καὶ τῶν στρατηγῶν ἕνα πειραθέντα κατακοντίσαι διεκώλυσεν, εἰρηκὼς, "Ἄφετε αὐτὸν, διότι καταρᾶταί με· διότι Κύριος εἶπεν αὐτῷ κακολογεῖν τὸν ∆αβὶδ, καὶ τίς ἐρεῖ αὐτῷ, Τί πεποίηκας οὕτως; ὅπως ἴδοι Κύριος τὴν ταπείνωσίν μου, καὶ ἀνταποδώσῃ μοι Κύριος ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ." Πολλὴν τοίνυν συμφωνίαν πρὸς τήνδε τὴν ἱστορίαν ἔχει τοῦδε τοῦ ψαλμοῦ τὰ ῥήματα. Πολλὴν γὰρ, φησὶ, προμήθειαν τῆς γλώττης ἐποιήσατο· εὐόλισθον τοῦτο διαφερόντως τὸ μόριον ἐπιστάμενος, καὶ οἷόν τινι τειχίῳ ταύτην ἀεὶ περιβάλλων. Οὐχ ἥκιστα δὲ, ἡνίκα Σεμεεὶ οὐδὲν ἠδικημένος ἀντέστη· αὐτὸν γὰρ ἁμαρτωλὸν, ὡς ἄδικον ὀνομάζει· τηνικαῦτα γὰρ "Ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσί γησα ἐξ ἀγαθῶν." Σφόδρα δὲ ταῦτα ἔοικε τοῖς ἐν τῇ ἱστορίᾳ ὑπ' αὐτοῦ εἰρημένοις, Ἄφετε αὐ τὸν καταράσασθαι, ὅτι Κύριος προσέταξεν αὐτῷ κακολογεῖν τὸν ∆αβίδ· εἴπερ ἴδοι Κύριος τὴν ταπεί νωσίν μου, καὶ ἐξελῆταί με σήμερον ἐκ χειρὸς τῶν ἐχθρῶν μου. Τοῦτο κἀνταῦθα λέγει, ὅτι Κωφῷ ἐῴκειν παντελῶς οὐκ ἀκούοντι, καὶ ἐταπείνωσα ἐμαυτὸν, τὸ ἐντεῦθεν κέρδος προσμένων. "Καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη." Ὑπ' ἐκείνου, φησὶ, λοιδορού μενος, τῆς ὑπ' ἐμοῦ τολμηθείσης ἁμαρτίας ἦλθον εἰς μνήμην, καὶ ταῖς ἐντεῦθεν ἀκίσιν ἐβαλλό μην, λογιζόμενος ὅτι ταύτης ἕνεκα καὶ λοιδοροῦ μαι, καὶ τυραννοῦμαι, καὶ τῶν βασιλειῶν ἐξελαθεὶς, φεύγειν ἀναγκάζομαι. Καὶ ταῦτα δὲ πολλὴν ἔχει πρὸς τὴν ἱστορίαν συγγένειαν. Τὸ γὰρ, "Κύριος προσέταξεν αὐτῷ κακολογεῖν τὸν ∆αβὶδ," μνήμην ἔχει τῆς ἁμαρτίας, ἐπειδὴ διὰ ταύτην ἡ παιδεία γε γένηται. δʹ. "Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου, καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ." Τοῦτο ὁ 80.1148 Σύμμαχος οὕτως ἡρμήνευσεν· Ἐξεθερμάνθη ἡ καρδία μου ἐντός μου, ἐν τῷ ἀναπολεῖν με, ἀνεκαιόμην πυρὶ. Ἀναμιμνησκόμενος, φησὶ, τῆς ἁμαρτίας μου, τῷ τῆς ἀθυμίας ἐνεπιμπράμην πυρί. εʹ. "Ἐλάλησα ἐν γλώσσῃ μου, Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου· καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν· ἵνα γνῶ τί ὑστερῶ ἐγώ. "Πρὸς μὲν οὖν τὸν λοιδορούμενον ἀπεκρινάμην οὐδὲν, τὸν δὲ τῶν ὅλων ἱκέτευσα Κύριον, δῆλόν μοι ποιῆσαι τῆς ζωῆς μου τὸ τέλος, σφόδρα τῆς τελευτῆς ἐφιέμενος. ʹ. "Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου, καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐδὲν ἐνώπιόν σου." Τοῦτο πάλιν ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ἰδοὺ ὡς σπιθαμὰς ἔδωκας τὰς ἡμέρας μου, καὶ ἡ βίωσίς μου ὡς οὐδὲν ἀντικρύς σου. Ἐφίεμαι δὲ τελευτῆς, οὐ μακρόβιον τὴν ἀνθρωπείαν ἐπιστά μενος φύσιν. Ἡ γὰρ ἡμετέρα βιοτὴ οὐδὲ συνεστά ναι δοκεῖ τῇ σῇ παραβαλλομένη ζωῇ. Σὺ μὲν γὰρ ἄναρχος καὶ ἀπέραντος, ὁ δὲ ἡμέτερος βίος οἷόν τισι σπιθαμαῖς καὶ παλαισταῖς ἐκμετρεῖται. ∆ιὰ τούτου δὲ παρεδήλωσε τὸ ὀλιγοχρόνιον τῆς ἀνθρω πείας ζωῆς. Οὕτω καὶ ἑτέρωθι λέγει· "Ὅτι χίλια ἔτη ὑπὸ ὀφθαλμοῖς σου, Κύριε, ὡς ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί." Καὶ ἀλλαχοῦ τῶν οὐρανῶν καὶ τῆς γῆς μνημονεύ σας, "Αὐτοὶ, φησὶν, ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται· καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι." - "Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν." Ὥστε πᾶσα, φησὶ, τῶν ἀνθρώπων ἡ φύσις, καὶ οἱ πλουτοῦντες, καὶ οἱ πενόμενοι, ἀτμῷ ἐοίκασι διαλυομένῳ, καὶ εἰκῆ καὶ μάτην οἰκοδομοῦσι, φυ τεύουσι, πλοῦτον καὶ περιουσίαν