84
τῇδε βίου ἀπέρχονται; ὅσα δὲ περὶ τὸν γάμον ἐλεεινά. οἱ μὲν ἄπαιδες, οἱ δὲ κακόπαιδες. πενίαι καὶ πλοῦτοι, αἱ μὲν πιέζουσαι καὶ οἱονεὶ ἀποτηγανίζουσαι, οἱ δὲ μεταρριπτούμενοι ὡς ἐν κύβοις ἐκ τῶνδε εἰς τόνδε. παστάδες ἐγειρόμεναι, ἀλλὰ καὶ μετὰ θρήνους καταλυόμεναι, θρῆνοι καὶ κοπετοί, ἀλλεπάλληλοι συμφοραί, ὧν πλήρης ὁ βίος καὶ τὰ παραδείγματα πρὸ ὀφθαλμῶν. Σὺ δὲ τούτων πάντων ἀπέφυγες, καλλιπάρθενε, κατοικοῦσα μονοτρόπως ἐν οἴκῳ, φυλαττομένη ὡς ῥόδον εὐωδίας Κυρίῳ τῇ παρθενίᾳ, ἔχουσα μὲν οὖν γε πάντως καὶ θλιπτικὰ ἔκ τε ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν· ἐπειδὴ ὅπου ἀνάθημα Κυρίῳ, ἐκεῖ ὁ λῃστὴς ἐφεδρεύει κλέψαι καὶ συλῆσαι τὸ ἱερόν. ἀλλὰ θάρσει ἐν Κυρίῳ, ἐν ᾧ πέποιθας, ἐν ᾧ στέργεις τοὺς κόπους, ὅτι αὐτὸς φύλαξ τῆς ζωῆς σου, ἐπίκουρος καὶ βοηθὸς ἐν ταῖς θλίψεσιν· ὃς καὶ τελειῶν σου τὸν δρόμον ἀξίαν σε ποιήσει τῆς οὐρανίου βασιλείας αὐτοῦ. Ταῦτά σοι παρ' ἡμῶν τῶν ἁμαρτωλῶν προσπεφώνηται, ἵν' εἰδείης ὅτι, ἡ τοῦ Κυρίου δούλη, καὶ ἡμᾶς τοὺς σπεύδοντας δουλεύειν τῷ Κυρίῳ ἔχεις κατὰ πνεῦμα ἀδελφούς σου ὥσπερ καὶ ὁμοδούλους κατὰ φύσιν, ὑπερευχομένους σου τῆς τιμιότητος. 67 {1Τῇ ἀδελφότητι Κιζάρων}1 Ἡ ἀγγελία τῆς κοιμήσεως τοῦ πνευματικοῦ ἡμῶν καὶ ὑμῶν πατρός, ἠγαπημένοι ἀδελφοί, ἐθρόησεν ἡμῶν τὴν ψυχήν, ὡς τὸ εἰκός, καὶ εἰς στεναγμὸν ἤγαγεν θλιπτικόν, οὐ διὰ τὸν κοιμηθέντα (μακάριος γὰρ ἐκεῖνος μακαρίῳ βίῳ τελειωθείς, ἐπειδὴ καὶ μονάζων δόκιμος καὶ ἕως γήρους ἐξησκηκὼς ἄριστα καί, τὸ κεφάλαιον, πεφυλαγμένῃ καὶ ὀρθοδόξῳ πίστει μετὰ διωγμῶν καὶ τῶν ὑπὲρ τοῦ καλοῦ ταλαιπωριῶν ἐξεληλυθὼς τῶν ἐνθένδε καὶ οἱονεὶ ἐστεφανωμένος τῆς ὑπὲρ Χριστοῦ ὁμολογίας δικαιοσύνῃ), ἀλλὰ δι' ἡμᾶς, μᾶλλον δὲ ὑμᾶς αὐτούς, τοὺς καὶ ἐναφεθέντας ὡς ποίμνιον ἠπορημένον τῇ τοῦ καλοῦ ποιμένος μεταστάσει. καὶ γὰρ ἕλκει πρὸς οἶκτον καὶ συντριμμὸν καρδίας ἡ τοῦ προεστῶτος μνήμη, ἀναθεωρουμένη κατὰ τόπον καὶ τρόπον τῆς ἐν Κυρίῳ ἀφηγήσεως· πῶς ὃν μὲν παρεκάλει συμπίπτοντα, ὃν δὲ ἐπέπληττεν θρασυνόμενον, ἕτερον προσεκαλεῖτο ἀφηνιάζοντα καὶ ἄλλον διύπνιζεν νωθρευόμενον, πραότητι καὶ ἐπιεικείᾳ διέπων κατὰ μίμησιν αὐτοῦ τοῦ εἰπόντος δεσπότου, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ ἁπλῶς ἐν πᾶσιν οἷς διέπρεπεν ἐν μέσῳ ὑμῶν ὡς ἑωθινὸς ἀστήρ. ἄλλως τε καὶ τῷ πολυχρονίῳ ἔθει βαρύνειν εἴωθεν τὴν ψυχὴν σφόδρα ὁ τοῦ πατρὸς χωρισμός. Ἀλλὰ τί ποιήσωμεν, ἀδελφοί, πρὸς νόμον θεοῦ οὕτω κελεύοντα, γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ; μᾶλλον δὲ ἐκδημία πρὸς Κύριον ἡ διάζευξις. ἐπετράπη τὴν μετάστασιν καὶ ἐξῆλθεν τοῦ σώματος. ἐχωρίσθη ἀφ' ὑμῶν καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καλὸν ὑπόδειγμα τὸν ἑαυτοῦ βίον τῆς ἀρετῆς ὁμοίωσιν ἐγκαταλελοιπὼς ὑμῖν. τί οὖν λοιπόν ἐστι τὸ ζητούμενον; εἰς ἑαυτοὺς ὑμᾶς γενέσθαι καὶ παρακαλέσαι ἀλλήλους ἐν Πνεύματι Ἁγίῳ. καὶ καθὼς ὑμῖν εἴασεν τὸν κύριον Ἀντώνιον καθηγούμενον, τῷ αὐτῷ κανόνι καὶ τοῖς αὐτοῖς ἴχνεσιν τῆς εὐσεβείας ἀπάρξασθαι ὑμᾶς πολιτεύεσθαι, φρουροῦντας τὴν πίστιν καὶ ὑπὲρ αὐτῆς κακοπαθεῖν, εἰ δέοι, μέχρι θανάτου κατὰ τὸν παρόντα διωγμὸν καὶ μηδαμῶς προδοῦναι τὴν ἀλήθειαν, τήν τε ἀγάπην πρὸς ἀλλήλους καὶ τὴν πρὸς τὸν καθηγούμενον ὑπακοὴν παντὶ σθένει ἀσπάσασθαι. τοῦτο γὰρ πρὸς τὴν ὑμῶν σωτηρίαν, τοῦτο καύχημα καὶ τῷ μακαρίῳ ἐκείνῳ εἰς ἡμέραν Χριστοῦ, τοῦτο καὶ ἡμῖν τοῖς φίλοις καὶ ἀδελφοῖς ὑμῶν ἐρασμιώτατον. οὕτω γὰρ περιπατοῦντες κάλλιστα ἕξετε ἡμᾶς συνεπομένους ὑμῖν, ὅσον οἷόν τε, εἰς τὰ πρὸς Κύριον, ἀδελφοί τιμιώτατοι. 68 {1Ἐφραὶμ καὶ Ἀγάθωνι καὶ τοῖς λοιποῖς τέκνοισ}1 Ὅτι ἐκοιμήθη ὁ μακάριος Λαυρέντιος, ἐκείνῳ μὲν ἀνάπαυσις ὁ θάνατος· ἀνδρὶ γὰρ ἀγαθῷ πῶς οὐχὶ τοῦτο ἀπαντήσεται, ἀπὸ κόπων ἀσκητικῶν μεταβάντι τοῦ βίου, μᾶλλον δὲ ἀπὸ τοῦ κατὰ δικαιοσύνην διωγμοῦ ἐνδημήσαντι πρὸς Κύριον, οὗ τῶν ἀρετῶν μάρτυρες πολλοί; ὑμῖν δὲ συνέβη, ἀδελφοὶ τιμιώτατοι, ἐπεὶ καὶ ἡμῖν τοῖς ταπεινοῖς, τὸ