84
κελεύσας αὐτῷ ἀπελθεῖν καὶ ἀνανεῶσαι πόλιν τῆς Φοινίκης Λιβανησίας εἰς τὸ λιμιτὸν τὸ ἐσώτερον, τὴν καλουμένην Παλμύραν, κελεύσας τοῦ καθέζεσθαι ἐν αὐτῇ τὸν δοῦκα ...... καὶ τοὺς ἁγίους τόπους. τῷ δὲ Ἰαννουαρίῳ μηνὶ αʹ τῆς αὐτῆς ἰνδικτιῶνος ἔδωκεν ὁ βασιλεὺς ὑπατείαν καὶ τοσαῦτα ἔδωκε χρήματα, ὅσα οὐδεὶς βασιλέων ὑπατεύσας. Τῷ δ' αὐτῷ ἔτει ὁ βασιλεὺς Περσῶν ἐπολέμησε τῷ Λαζῷ Τζαθίῳ ὡς προσρυέντι Ῥωμαίοις. καὶ λοιπὸν ὁ βασιλεὺς Ἰουστινιανὸς ἔπεμψεν αὐτῷ βοήθειαν στρατοῦ καὶ στρατηλάτας τρεῖς, Βελισάριον καὶ Κήρυκον καὶ Εἰρηναῖον. καὶ πολεμήσαντες ἡττήθησαν. καὶ ἠγανάκτησεν ὁ βασιλεὺς κατὰ τῶν στρατηλατῶν, ὅτι φθονοῦντες ἀλλήλοις προέδωκαν τὴν νίκην, καὶ διαδεξάμενος αὐτοὺς ἀπέστειλε Πέτρον, τὸν νοτάριον αὐτοῦ, στρατηλάτην· καὶ συμβαλὼν τοῖς Πέρσαις μετὰ τῶν Λαζῶν ἐνίκησαν καὶ πολλοὺς ἀνεῖλον τῶν Περσῶν. Τῷ δ' αὐτῷ ἔτει προσερρύη τοῖς Ῥωμαίοις ὁ βασιλεὺς τῶν Ἐλούρων, Γρέτης ὀνόματι, καὶ ἦλθεν ἐν Κωνσταντινουπόλει μετὰ τοῦ λαοῦ αὐτοῦ καὶ ᾔτησε τὸν βασιλέα γενέσθαι Χριστιανός. ὁ δὲ 175 βασιλεὺς βαπτίσας αὐτὸν ἐν τοῖς θεοφανίοις ἐδέξατο αὐτὸν ἐκ τοῦ 175 βαπτίσματος. καὶ ἐβαπτίσθησαν σὺν αὐτῷ συγκλητικοὶ αὐτοῦ καὶ συγγενεῖς αὐτοῦ δώδεκα· καὶ ἀπῆλθε μετὰ χαρᾶς εἰς τὰ ἴδια φιλιωθεὶς τῷ βασιλεῖ καὶ ἐπαγγειλάμενος συμμαχεῖν αὐτῷ, ἐν οἷς ἂν βουληθῇ. προεβάλετο δὲ ὁ βασιλεὺς στρατηλάτην Ἀρμενίας Τζίταν, ἄνδρα πολεμικὸν καὶ ἱκανώτατον. οὐ γὰρ εἶχεν ἡ Ἀρμενία στρατηλάτην, ἀλλὰ δοῦκας καὶ κόμητας. ἐστράτευσε δὲ ὑπ' αὐτὸν Ἀρμενίων πλῆθος, ὡς εἰδότας τὰ μέρη τῆς Ἀρμενίας. ἔδωκε δὲ αὐτῷ καὶ ἀπὸ τῆς ἀνατολῆς στρατοῦ ἀριθμοὺς τέσσαρας· καὶ γέγονε μεγάλη φυλακὴ καὶ βοήθεια Ῥωμαίων. ἔζευξε δὲ αὐτῷ καὶ γυναῖκα τὴν ἀδελφὴν Θεοδώρας τῆς αὐγούστης, ὀνόματι Κομητώ. Τῷ δ' αὐτῷ ἔτει προσερρύη τοῖς Ῥωμαίοις γυνή τις ἐκ τῶν Οὔννων τῶν λεγομένων Σαβήρ, βάρβαρος, ὀνόματι Βωαρήξ, χήρα, ἔχουσα μεθ' ἑαυτῆς Οὔννων χιλιάδας ρʹ, ἥτις κατεδυνάστευσε τῶν Οὐννικῶν μερῶν μετὰ τὴν τοῦ ἰδίου ἀνδρὸς Βαλὰχ ἀποβολήν. αὕτη τοὺς προτραπέντας παρὰ Κουάδου, βασιλέως Περσῶν, δύο ῥῆγας ἀπὸ ἄλλου ἔθνους Οὔννων ἐνδοτέρων, ὀνόματι Στύραξ καὶ Γλώνης, τοῦ συμμαχῆσαι αὐτῷ κατὰ Ῥωμαίων, παρέλαβεν ἡ αὐτὴ Βωαρὴξ παριόντας διὰ τῆς χώρας αὐτῆς ἐπὶ τὰ Περσικὰ μετὰ χιλιάδων κʹ· οὓς καὶ κατέκοψεν, καὶ τὸν μὲν ἕνα ῥῆγα αὐτῶν, τὸν λεγόμενον Στύρακα, συλλαβομένη δέσμιον εἰς τὴν Κωνσταντινούπολιν τῷ βασιλεῖ ἔπεμψεν, τὸν δὲ Γλώνην ἐν τῷ πολέμῳ ἔσφαξεν. καὶ ταύτῃ γέγονε σύμμαχος καὶ εἰρηνικὴ τῷ βασιλεῖ Ἰουστινιανῷ. Τῷ δ' αὐτῷ ἔτει καὶ ὁ πλησίον Βοσφόρου ῥὴξ τῶν Οὔννων, ὀνόματι Γορδᾶς, προσερρύη τῷ βασιλεῖ καὶ ἐγένετο Χριστιανὸς καὶ ἐφωτίσθη· καὶ ἐδέξατο αὐτὸν ὁ βασιλεὺς καὶ πολλὰ αὐτῷ παρεσχηκὼς δῶρα ἀπέστειλεν αὐτὸν εἰς τὴν ἰδίαν χώραν φυλάττειν τὰ Ῥωμαϊκὰ καὶ τὴν Βόσφορον πόλιν. ἥτις ἐκλήθη ἐκ τοῦ συντελεῖν Ῥωμαίοις ἀντὶ χρημάτων βόας κατ' ἔτος Βοῶν φόρος· ἐκάθισε δ' ἐκεῖ καὶ ἀριθμὸν στρατιωτῶν Ῥωμαίων καὶ τριβοῦνον φυλάττειν τὴν πόλιν 176 διὰ τοὺς Οὔννους καὶ ἀπαιτεῖν τὰς συντελείας τῶν βοῶν. ἦν δὲ ἐν τῇ αὐτῇ πόλει συναλλάγματα πολλὰ Ῥωμαίων καὶ Οὔννων. ὁ δὲ γενόμενος Χριστιανὸς ῥὴξ τῶν Οὔννων ἀπελθὼν εἰς τὴν ἰδίαν χώραν εὗρε τὸν ἴδιον ἀδελφὸν καὶ διηγήσατο αὐτῷ τὴν τοῦ βασιλέως ἀγάπην καὶ φιλοτιμίαν, καὶ ὅτι Χριστιανὸς γέγονεν· καὶ λαβὼν τὰ ἀγάλματα, ἃ ἐσέβοντο οἱ Οὖννοι, ταῦτα ἐχώνευσεν, ἦσαν γὰρ ἀργυρᾶ καὶ ἠλέκτρινα. καὶ χολέσαντες οἱ Οὖννοι, συμποιήσαντες μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ, ἀπελθόντες ἔσφαξαν αὐτόν· καὶ ἐποίησαν ῥῆγα τὸν ἀδελφὸν αὐτοῦ Μουάγεριν. καὶ φοβηθέντες, μὴ ἐκζητήσωσιν αὐτὸν οἱ Ῥωμαῖοι, ἦλθον αἴφνης ἐν τῇ Βοσφόρῳ πόλει καὶ ἐφόνευσαν τὸν τριβοῦνον ∆αλμάτιον καὶ τοὺς στρατιώτας. καὶ ἀκούσας ταῦτα ὁ βασιλεὺς ἀπέστειλε τὸν ἀπὸ ὑπάτων Ἰωάννην, τὸν ἔγγονον Ἰωάννου τοῦ Σκύθου, υἱὸν δὲ τοῦ πατρικίου