1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

85

ἐκεῖνα ἐπεκαλύπτετο· ἔμενε δέ, οἶμαι, ἠρεμοῦντα καὶ ἐφυλάττετο μόνιμα καὶ ἀνάγραπτα μέχρι τοῦ καιροῦ τοῦ καθήκοντος. 8 οὐ γὰρ ἅμα τῷ πλημμελεῖν καὶ τὰς τιμωρίας ἀναμετρεῖσθαι πεφύκαμεν, μετὰ χρόνον δὲ ὡς τὰ πολλὰ καὶ ἴσως ἡνίκα τῶν προειργασμένων ἐπιλελήσμεθα. καὶ ἀνιώμεθα μὲν τὸ παραυτίκα τοῖς καθ' ἡμῶν γιγνομένοις, ὡς παραλόγως καὶ οὐκ ἐν δίκῃ συμβεβηκόσι, καὶ καταιτιώμεθα φθόνους ἀνθρωπείους τυχὸν καὶ δυσμενείας, ὡς ἐκ τούτων οὐ προσήκοντα πεπονθότες· τὸ δὲ ξυνέχον ἡμᾶς καὶ διατάττον ἐπίσταται τὸ πρέπον ἑκάστῳ καὶ ὀφει λόμενον καὶ τρόπῳ ὅτῳ καὶ βούλεται μέτεισι καὶ ἀνιχνεύει τὰ πολλῷ ἔμπροσθεν ἡμαρτημένα. 9 ἀλλ' ὁποῖα μὲν ἄττα ἐπὶ Ἰουστίνῳ ὕστερον ξυνηνέχθη καὶ ὅπως αὐτῷ ἡ τοῦ βίου καὶ τῆς τοσαύτης εὐδαιμονίας κατάλυσις ἀδόκητος ἐπεγένετο, εἰρήσεταί μοι ἐς τὸ ἀκριβὲς ἕκαστα, ἡνίκα ὁ λόγος ὁδῷ ἰὼν ἀκολούθως καὶ διὰ τῶν ἀεὶ ἐχομένων φερόμενος ἐς ἐκεῖνο τοῦ χρόνου περιενεχθείη. νῦν δὲ ἀνὰ τὰ πρότερά μοι ἐπανιτέον καὶ τοῖς ἑξῆς ἐπιχειρητέα.

23. Ὧδε γὰρ τῶν ἐν Λαζικῇ πραγμάτων ἐχόντων καὶ Ἰουστίνου ἐπὶ πᾶσι στρατηγοῦ καταστάντος, οὔτε οἱ Πέρσαι ὡς ἀναμαχούμενοι παρεσκευάζοντο καὶ μέντοι οὐδὲ οἱ Ῥωμαῖοι ἐπῄεσαν· ἀλλὰ προφυλακὰς μὲν ἀμφότεροι ἐποιοῦντο καὶ τὰ ἀλλήλων βουλεύματα ἐς ὅσον ἐνῆν ἀπεσκόπουν καὶ διεπυνθάνοντο· μάχης δὲ οὐδὲ ὁπότεροι ἤρχοντο, ἀλλ' ἔμενον ἡσυχῇ, αὐτομάτως, ὥσπερ ἀμέλει τοῦτο ξυνδοκοῦν, διω ρισμένοι. 2 Χοσρόης δὲ ὁ Περσῶν βασιλεύς, ἐπειδὴ ἐπέπυστο τὰ πρὸς τῷ Φάσιδι ξυμβεβηκότα καὶ ὅτι φυγὰς ἐκ τῆς μάχης ὁ Ναχοραγὰν ἐγεγόνει, αὐτίκα ἐξ Ἰβηρίας αὐτὸν μετακαλεσάμενος ὠμότατα μετῆλθε κατὰ τὸν πάτριον νόμον. 3 οὐ γὰρ ἀποχρῶσαν ᾤετο εἶναι ποινὴν τῆς ἀνανδρίας τὸ οὕτω γοῦν αὐτὸν ἁπλῶς ἀποκτεῖναι, ἀλλ' ἐκ τοῦ αὐχένος τὸ δέρμα διαχαράξας ἀπέδειρεν ἅπαν μέχρι τοῖν ποδοῖν 152 καὶ ἀφείλετο τῶν σαρκῶν πρὸς τὰ ἔνδον ἀνεστραμμένον, ὡς καὶ τοὺς τύπους τῶν μορίων ἐς τοὔμπαλιν ὑποφαίνεσθαι καὶ δίκην ἀσκοῦ ἠρέμα ἐμπνευσθὲν ὑπὲρ σκόλοπός τινος ἀνηρτῆσθαι, οἰκτρόν τι θέαμα καὶ μιαρώτατον καὶ πρώτῳ, οἶμαι, Σαπώρῃ ἐκείνῳ τῷ πολλῷ ἔμπροσθεν Χοσρόου Περσῶν βεβασιλευκότι τετολμημένον. 4 τὰ μὲν γὰρ ἐπὶ Μαρσύᾳ θρυλούμενα τῷ Φρυγί, ὡς ἔρις αὐτῷ πρὸς Ἀπόλλωνα ξυνέστη ὑπὲρ τῶν αὐλῶν καὶ τῆς αὐλητικῆς ἐπιστήμης ὅτι τε ἡσσήθη ἀνὰ κράτος ὁ Μαρσύας, καὶ μάλα δικαίως, ἅτε δῆθεν, εἰ μὴ λίαν εὔηθες εἰπεῖν, οἰκείῳ θεῷ ἀνταυλήσας, καὶ ὡς τήνδε ἀνέπλησε τὴν τιμωρίαν τῆς προπε τείας ὑπὸ τοῦ νενικηκότος, ἀποδαρὲν αὐτῷ ἅπαν τὸ δέρμα καὶ ἐπὶ δένδρου ᾐωρημένον· ταῦτα δὴ οὖν ἅπαντα ποιητῶν ἂν εἴη τερατεία καὶ μῦθοι καὶ παίγνια, οὔτε τῶν ἀληθῶν οὔτε τῶν εἰκότων ἐστοχασμένα, εἴ γε αὐλητήν φασι τὸν Ἀπόλλω γεγονέναι καὶ ἁμιλλώμενον ἐπὶ τῇ τέχνῃ καὶ ἐς τοσοῦτο μετὰ τὴν νίκην χαλεπήναντα, ὡς ἀνοσίαν οὕτω καὶ μανιώδη ποινὴν ἐπαγαγεῖν τῷ ἡττημένῳ. πῶς δὲ ἂν καὶ ἤρεσκεν αὐτὸν ἐκ τοῦ μετεώρου φαινόμενον τῆς ἀπανθρωπίας τὸ κατηγόρημα; 5 ταῦτα γὰρ οἵ τε πρότερον ποιηταὶ ᾄδουσι καὶ οἱ νέοι παραλαβόντες συνᾴδουσιν. ὧν δὴ καὶ Νόννος, ὁ ἐκ τῆς Πανὸς τῆς Αἰγυπτίας γεγενη μένος, ἔν τινι τῶν οἰκείων ποιημάτων, ἅπερ αὐτῷ ∆ιονυσιακὰ ἐπωνό μασται, οὐκ οἶδα ἐφ' ὅτῳ ὀλίγα ἄττα τοῦ Ἀπόλλωνος πέρι ἀφηγησά μενος (οὐ γὰρ δὴ τῶν προηγουμένων ἐπῶν ἐπιμέμνημαι) εἶτα ἐπάγει· Ἐξότε Μαρσύαο θεημάχον αὐλὸν ἐλέγξας ∆έρμα παρῃώρησε φυτῷ κολπούμενον αὔραις. 6 ὡς μὲν οὖν ἐξ ἐκείνου τὸ μίασμα τοῦτο οὔπω τῷ ἀνθρωπείῳ γένει διέγνωστο, σαφῆ τὰ τεκμήρια καὶ ἀποχρῶντα παρὰ τοῖς ὀρθῶς ἀναθεω ρεῖν καὶ τεκμαίρεσθαι τὰ παλαίτατα πεφυκόσιν, ἀλλὰ μὴ ποιητικῇ θεολογίᾳ παρακρουομένοις. 7 ὁ δὲ Σαπώρης ἄδικός τε ὢν ἐς τὰ μάλιστα καὶ μιαιφόνος καὶ ὀξὺς μὲν εἰς ὀργὴν καὶ ὠμότητα, βραδὺς δὲ πρὸς φειδὼ καὶ συγγνώμην, εἰ μὲν καὶ