ἀμφιπολεύουσιν αἳ μὲν τὰ κάτοπτρα, αἳ δὲ τοὺς κεκρυφάλους, ἄλλαι τοὺς κτένας **, εὐνοῦχοι πολλοὶ καὶ οὗτοι μαστρο ποί, τῷ ἀξιοπίστῳ τοῦ μὴ δύνασθαι φιληδεῖν τοῖς εἰς ἡδονὰς ἐθέλουσιν ῥᾳθυμεῖν ἀνυπόπτως διακονούμενοι. Εὐνοῦχος δὲ ἀληθὴς οὐχ ὁ μὴ δυνάμενος, ἀλλ' ὁ μὴ βουλόμενος φιληδεῖν. 3.4.27.1 ∆ιαμαρτυρόμενος γοῦν ὁ λόγος διὰ τοῦ προφήτου Σαμουὴλ πρὸς τοὺς παραβεβηκότας τῶν Ἰουδαίων αἰτοῦντι τῷ λαῷ βασιλέα οὐ τὸν φιλάνθρωπον ὑπισχνεῖται κύριον, ἀλλά τινα αὐτοῖς αὐθάδη τύραννον ἀπειλεῖ τρυφητικόν, ὃς λήψεται, φησί, τὰς θυγατέρας ὑμῶν εἰς μυρεψοὺς καὶ εἰς μαγειρίσσας καὶ εἰς πεσσούσας, νόμῳ πολέμου κρατήσας, οὐκ εἰρηνικὴν οἰκονομίαν 3.4.27.2 ζηλώσας. Οἳ δὲ τὰ φορεῖα εἰς ὕψος αἴροντες τῶν γυναικῶν καὶ φοράδην βαστάζοντες Κελτοὶ πολλοί· ἔριθοι δὲ καὶ ταλασίαι καὶ ἱστοπονίαι καὶ ἡ γυναικωνῖτις ἐργάνη καὶ ἡ οἰκουρία οὐδαμοῦ, ἀλλ' οἱ ψευδοποιοῦντες τὰς γυναῖκας διημερεύουσι μετ' αὐτῶν μύθους ἐρωτικοὺς ἀδολεσχοῦντες καὶ τὸ σῶμα καὶ τὰς ψυχὰς αὐτῶν διακναίοντες ψευδεργίᾳ καὶ ψευδολογίᾳ. 3.4.27.3 Οὐκ ἔσῃ δὲ μετὰ πολλῶν, φησίν, ἐπὶ κακίᾳ, οὐδὲ προσθήσῃ μετὰ πλήθους, ὅτι ἡ σοφία ἐν ὀλίγοις, ἀταξία δὲ ἐν πλήθει καταφαίνεται. Αἳ δὲ οὐ διὰ σεμνότητα τοῦ κατασκοπεῖσθαι μὴ βούλεσθαι συνωνοῦνται τοὺς φορεῖς-ἀγαπητὸν γὰρ ἦν ἄν, εἰ τῇ διαθέσει ταύτῃ προσεβάλλοντο τὴν σκέπην-, ἀλλὰ θρυπτόμεναι ἐπο3.4.28.1 χοῦνται τοῖς οἰκέταις ἐμπομπεύειν γλιχόμεναι. Ἀναπεπταμένης γοῦν τῆς αὐλαίας περιβλέπουσαι δριμύτερον τοὺς εἰς αὐτὰς ἀφορῶντας διελέγχονται τὸν τρόπον, πολλάκις δὲ καὶ προκύπτουσιν ἔνδοθεν τὴν ἐπιπόλαιον σεμνότητα καταισχύνουσαι τῇ ὀλισθαινούσῃ περιεργίᾳ. 3.4.28.2 Μὴ περιβλέπου δέ, φησί, ἐν ῥύμαις πόλεως, μηδὲ πλανῶ ἐν ταῖς ἐρημίαις αὐτῆς, ἐρημία γὰρ ὡς ἀληθῶς, κἂν ὄχλος ἀκολάστων ᾖ, ἔνθα μὴ πάρεστιν ἄνθρωπος σωφρονῶν. 3.4.28.3 Περιφέρονται δὲ αὗται ἀνὰ τὰ ἱερὰ ἐκθυόμεναι καὶ μαντευόμεναι, ἀγύρταις καὶ μητραγύρταις καὶ γραίαις βωμολόχοις οἰκοφθορούσαις ὁσημέραι συμπομπεύουσαι καὶ τοὺς παρὰ ταῖς κύλιξι ψιθυρισμοὺς γραϊκοὺς ἀνεχόμεναι, φίλτρα ἄττα καὶ ἐπῳδὰς παρὰ τῶν γοήτων ἐπ' ὀλέθρῳ 3.4.28.4 γάμων ἐκμανθάνουσαι. Καὶ τοὺς μὲν ἔχουσι τῶν ἀνδρῶν, τοὺς δὲ εὔχονται, ἄλλους δὲ αὐταῖς οἱ μάντεις ὑπισχνοῦνται. Οὐκ ἴσασι δὲ ἀπατώμεναι καὶ αὑτὰς μὲν ὡς σκεῦος ἐκδιδοῦσαι ἡδονῆς τοῖς λαγνεύειν ἐθέλουσι, τὴν δὲ ἁγνείαν τὴν σφῶν τῆς αἰσχίστης ἀντικαταλλαττόμεναι ὕβρεως ἔργον ἡγοῦνται χρηματισμοῦ τὴν ἐπονείδιστον φθοράν. 3.4.28.5 Πολλοὶ δὲ οἱ τῆς ἑταιρικῆς διάκονοι ἀκολασίας ἄλλος ἄλλοθεν παρεισδύοντες· εὐεπίφοροι γὰρ οἱ ἀκόλαστοι πρὸς τὴν ἀσέλγειαν καθάπερ οἱ χοῖροι πρὸς τὸ καταδυόμενον τοῦ σκάφους ἐπιφερόμενοι. 3.4.29.1 Ὅθεν ἐρρωμενέστατα ἡ γραφὴ παραινεῖ· Μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου, πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου· ἀλλαχοῦ δὲ ἄνδρες δίκαιοι φησὶν ἔστωσαν σύνδειπνοί σου, καὶ ἐν φόβῳ κυρίου τὸ καύχημά σου διαμενεῖ. Ἐς κόρακας ἡ πορνεία· εὖ γὰρ τοῦτο ἴστε, φησὶν ὁ ἀπόστολος, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν 3.4.29.2 ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ. Αἳ δὲ ἀνδρογύνων συνουσίαις ἥδονται, παρεισρέουσι δὲ ἔνδον κιναίδων ὄχλοι ἀθυρόγλωσσοι, μιαροὶ μὲν τὰ σώματα, μιαροὶ δὲ τὰ φθέγματα, εἰς ὑπουργίας ἀκολάστους ἠνδρωμένοι, μοιχείας διάκονοι, κιχλίζοντες καὶ ψιθυρίζοντες καὶ τὸ πορνικὸν ἀνέδην εἰς ἀσέλγειαν διὰ ῥινῶν ἐπιψοφοῦντες ἐπικιναίδισμα, ἀκολάστοις ῥήμασι καὶ σχήμασι τέρπειν πειρώμενοι καὶ 3.4.29.3 εἰς γέλωτα ἐκκαλούμενοι πορνείας πρόδρομον· ἔστι δ' ὅτε καὶ ὑπεκκαιόμενοι διὰ τὴν τυχοῦσαν ὀργήν, ἤτοι πόρνοι αὐτοὶ ἢ καὶ κιναίδων ὄχλον εἰς ὄλεθρον ἐζηλωκότες, ἐπικροτοῦσι τῇ ῥινὶ βατράχων δίκην, καθάπερ ἔνοικον τοῖς μυκτῆρσι τὴν χολὴν κεκτημένοι. 3.4.30.1 Ἀλλ' αἵ γε ἀστειότεραι τούτων ὄρνεις Ἰνδικοὺς καὶ ταῶνας