85
κληρονόμοι καταστῆναι. Ταῦτα εἰπὼν ἐκέλευσεν τοὺς δαιμονῶντας καὶ νόσοις ἐγκατειλημ- μένους αὑτῷ προσφέρεσθαι, προσενεχθεῖσι δὲ τὰς χεῖρας ἐπιθεὶς καὶ προσευξάμενος ἀπέλυσεν αὐτοὺς ὑγιαίνοντας, ὑπομιμνήσκων αὐτοὺς καὶ τοὺς λοιποὺς ὄχλους ἐνταῦθα παρεδρεύειν, ὅσων ἂν ἡμερῶν ἐπιδημῶν δια- λέγηται. τῶν οὖν ἄλλων ἀναχωρησάντων ὁ Πέτρος ἐν τῷ ἐκεῖ ὑδροχοείῳ λουσάμενος σὺν τοῖς θελήσασι, χαμαὶ στρωθῆναι κελεύσας ὑπό τινα πυκνὴν τῶν δένδρων κόμην διὰ τὴν σκιάν, κατ' ἀξίαν ἕκαστον κατακλιθῆναι ἐποίησεν· καὶ οὕτως τροφῆς μετελάβομεν. εὐλογήσας οὖν καὶ ἐπευχαριστήσας τῷ θεῷ ἐπὶ τῷ εὐφρανθῆναι κατὰ τὴν Ἑβραίων συνήθη πίστιν, ἔτι πολ- λῆς οὔσης ὥρας, πυνθάνεσθαι ἡμᾶς περὶ ὧν θέλομεν ἐπέτρεψεν. καὶ ὅμως εἴκοσι οὖσιν ἡμῖν ἐν μέρει ἑκάστῳ πυθομένῳ ἐπέλυσεν. ἤδη δὲ ἑσπέρας ἐπικαταλαβούσης εἰς τὸν εὐρύτατον τῆς ξενίας οἶκον εἰσελθόντες ἅμα αὐτῷ ἐκεῖ οἱ πάντες ὑπνώσαμεν.