85
κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρω πος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;» Καὶ ἑξῆς· «Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνά μενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.» Πᾶς οὖν ὁ μανθάνων τέχνην τινά, βλέπων τὸν διδάσκαλον αὐτοῦ διὰ τῆς ἐνεργείας καὶ ἐμπειρίας ἀπαρτί ζοντα τὴν τέχνην αὐτοῦ, καὶ αὐτὸς ζηλοῖ ὅμοιον αὐτῷ ποιήσασθαι τὸ ἐγχειρισθέν· ἐὰν δὲ μὴ ἐξισχύσῃ, οὐκ ἔστιν τετελειωμένος ἐν τῷ ἔργῳ. Καὶ ἡμεῖς οὖν, ἔχοντες διδάσκαλον τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν, διὰ τί οὐ μιμούμεθα τὴν αὐτοῦ διδαχήν; Ὅτι ἐκεῖνος μὲν ἀπετάξατο ἀνέσει, τρυφῇ, δόξῃ, πλούτῳ, τύφῳ, δυνάμει ἀμυντικῇ, μητρὶ καὶ ἀδελφοῖς, ἤδη δὲ καὶ τῇ οἰκείᾳ ζωῇ διὰ τὴν πρὸς τὸν Πατέρα εὐσέβειαν καὶ τὴν εἰς ἡμᾶς φιλαν θρωπίαν, ὑπομείνας οὐ μόνον διωγμὸν καὶ μάστιγας, ὀνει δισμὸν καὶ ἐμπαιγμόν, ἀλλ' ἤδη καὶ τὴν πρὸς τὸ ξύλον πρόσπηξιν, ὅπως Ἰουδαίους καὶ Ἕλληνας μετανοήσαντας σώσῃ· εἰ οὖν αὐτὸς δι' ἡμᾶς ἀπετάξατο ἅμα πᾶσι, μὴ ἐπαισχυνθεὶς σταυρόν, μηδὲ ἀδοξήσας τὸν θάνατον, τίνος ἕνεκεν ἡμεῖς οὐ μιμούμεθα αὐτοῦ τὰ πάθη καὶ ἀποτασσόμεθα ὑπὲρ αὐτοῦ καὶ αὐτῇ τῇ ζωῇ ἡμῶν, διδόντος αὐτοῦ ἡμῖν τὴν ὑπομονήν; Ἐκεῖνος μὲν γὰρ δι' ἡμᾶς, ἡμεῖς δὲ δι' ἑαυτούς, οὐ γὰρ χρῄζει ἡμῶν αὐτός, ἡμεῖς δὲ τοῦ ἐλέους αὐτοῦ· μόνον δὲ τὸ τῆς πίστεως ἡμῶν γνήσιον ἐπιζητεῖ καὶ αὐθαίρετον, ὥς φησιν ἡ γραφή· «Eἰ δίκαιος εἶ, τί δώσεις αὐτῷ ἢ τί ἐκ χειρός σου λήψεται; Ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου, καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου.» Ἀποταξώμεθα οὖν καὶ γονεῦσιν καὶ συγγενέσιν καὶ φίλοις καὶ γυναικὶ καὶ τέκνοις καὶ κτήμασιν καὶ σύμπαντι τῷ βίῳ, ὅταν ᾖ τι τούτων κώλυμα πρὸς εὐσέβειαν. ∆εῖ γὰρ προσεύχεσθαι μὲν ἡμᾶς, ἵνα μὴ εἰσέλθωμεν εἰς πει ρασμόν· ἐὰν δὲ κληθῶμεν εἰς μαρτύριον, μετὰ ἐνστάσεως ὁμολογεῖν τὸ τίμιον ὄνομα· καὶ ἐὰν τούτου χάριν κολασθῶ μεν, χαίρωμεν ὡς ἐπὶ ἀθανασίαν σπεύδοντες. ∆ιωκόμενοι μὴ ξενιζώμεθα, μὴ ἀγαπήσωμεν τὸν νῦν αἰῶνα μηδὲ τοὺς παρὰ ἀνθρώπων ἐπαίνους μηδὲ τὴν τῶν ἀρχόντων δόξαν καὶ τιμήν, καθάπερ καί τινες τῶν Ἰουδαίων, θαυμάζοντες τοῦ Κυρίου τὰς ἐνεργείας, οὐκ ἐπίστευον εἰς αὐτὸν φόβῳ τῷ πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς λοιποὺς τῶν ἀρχόντων· «Ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ.» Ὁμολογήσαντες δὲ τὴν καλὴν ὁμολογίαν, οὐ μόνον ἑαυτοὺς σóζομεν, ἀλλὰ καὶ τοὺς