Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ μισεῖσθαι μάτην, ἤγουν ἀδίκως. Τίνες δ' ἂν εἶεν οἱ μισοῦντες ἀδίκως, διαλευκαίνει πάλιν ἐν τού τοις· "Οἱ ἀνταποδιδόντες μοι γὰρ, φησὶν, ἀντὶ ἀγα θῶν κακὰ," κατηγόρευόν μου, καὶ οὐκ ἐπί τινι τῶν ἀτόπων, ἀλλ' ἐφ' οἷς ἔδει καὶ ἐπαινεῖσθαι ὅτι γέγονα τῆς δικαιοσύνης ἐραστής. Οἱ γὰρ Θεῷ προσκρούοντες, ὡς ἔφην, καὶ τοὺς πάλαι φίλους εὑρίσκουσι πολε μίους, εἰκῆ κατατεθηγμένους καὶ ἐπ' οὐδενὶ καὶ εἰς μάτην λελυττηκότας, πονηρά τε ἀντὶ ἀγαθῶν ἀποτιν νύναι σπουδάζοντας. Ἀπογυμνώσας οὖν τὰ τραύματα τῷ τῶν ὅλων Θεῷ, λύσιν ἐπιζητεῖ τῶν συμβεβηκότων, καὶ μότωσιν αἰτεῖ τὴν ἀπὸ τοῦ πατάξαντος. Γέγραπται γὰρ, ὅτι "Ὁ πλήξας καὶ μοτώσει." Ἡ δὲ μότωσις καὶ ἀπαλλαγὴ τῶν συμβεβηκότων, εἴη ἂν τὸ μὴ εἰς ἅπαν ἐγκαταλειφθῆναι παρὰ Θεοῦ, προσέχειν δὲ μᾶλλον εἰς τὸ στῆναί τε καὶ ἐπαμῦναι καὶ σώζειν αὐτόν. Κύριον δὲ τῆς σωτηρίας ἀποκαλεῖ τὸν Θεόν· τοῖς γὰρ αὐτοῦ νεύμασι, καὶ ἡ τῆς σωτηρίας ὁδὸς εὐήλατος ἔσται καὶ ὁμαλή. ΨΑΛΜΟΣ ΛΗʹ. Ὠδὴ τῷ ∆αβίδ· εἰς τὸ τέλος, τῷ Ἰδιθούμ. (A f. 214) Ἱεροψάλτης ὑπάρχων ὁ Ἰδιθοὺμ καὶ προφητικῇ χάριτι κατεστεμμένος, ᾠδὴν ἀναβάλλεται, προσωποποιΐαν εἰσφέρων αὐτοῦ τοῦ ∆αβὶδ ἐξομολο γουμένου ἐπὶ τῇ ἁμαρτίᾳ. Ἢ τὴν μὲν ᾠδὴν ὁ ∆αβὶδ συνέταξε, δέδωκε δὲ τῷ Ἰδιθοὺμ εἰς τὸ ψάλλειν· εἰς τὸ τέλος δὲ παραπέμπει ἡμᾶς, ἐπειδὴ τῆς ἀν θρωπείας φύσεως τραγῳδεῖ τὴν εὐτέλειαν, καὶ τὸ ταύτης ὑποδείκνυσι τέλος. Εἶπε δὲ τὸν ψαλμὸν ὁ ∆αβὶδ ὑπὸ Ἀβεσσαλὼμ διωκόμενος, καὶ ὑπὸ Σεμεεὶ λοιδορούμενος. Ἐμφέρεια δὲ πλείστη τῆς παρούσης ᾠδῆς πρὸς τὸν προλαβόντα ψαλμόν· ἀλλ' ἐκεῖνον μὲν ὁ ∆αβὶδ εἰς ἀνάμνησιν συνέταξεν ἑαυτῷ, ταύτην δὲ παρέδωκεν ἑτέροις, ὡς ἡμαρτηκότας μετάνοιαν τὴν ἴσην ζηλοῦν. Εἶπα· Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου, κ.τ.λ., ἐσίγησα ἐξ ἀγαθῶν. (A f. 214, B f. 140 b, I f. 129 b) Ἀπόδειξις σαφὴς ἱδρυμένης καρδίας. Ἐπειδὴ γὰρ πολύτροπος ἁμαρτία ἡ διὰ γλώσσης ἐνεργουμένη, καὶ σχεδὸν πά σης ἁμαρτίας ἀρχὴ διὰ λόγου γίνεται, συνθήκας, φησὶ, πρὸς ἐμαυτὸν ἐποιησάμην, ὅπως μὴ ἁμάρτω τῇ γλώσσῃ, διὰ τὸ καὶ ὑπὲρ ἀργοῦ λόγου μέλλειν λόγους ὑπέχειν, καὶ ἐκ τῶν λόγων τῶν οἰκείων ἢ δικαιοῦσθαι ἢ κατακρίνεσθαι. Ἀλλὰ φαίη τις ἄν· Καὶ πῶς ἦν ἁμαρτάνειν, τὸ τοῖς ὀνειδίζουσιν ἀντιφέρεσθαι; Πρὸς τοῦτο ἐροῦμεν ὡς ὁ σοφὸς διδάσκει Πέτρος· "Ὥστε μὴ οὐδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι, ἢ λοιδορίαν ἀντὶ λοιδορίας." Ἔφη δὲ Παῦλος, ὅτι "Καὶ καταρώ μενοι εὐλογοῦμεν, δυσφημούμενοι παρακαλοῦμεν." Καὶ περὶ τοῦ Σωτῆρος δὲ ὁ Πέτρος φησίν· "Ὃς λοιδορούμενος οὐκ ἐλοιδόρει, πάσχων οὐκ ἠπείλει, 69.972 παρεδίδου δὲ τῷ κρίνοντι δικαίως." Τὸ δὲ ἐξ ἀγαθῶν, εὐφήμως ἀντὶ τῶν κακῶν τὰ ἀγαθὰ τέθεικεν· καθ άπερ ἀμέλει καὶ τοὺς τὰς ὄψεις ἠδικημένους, βλέπον τας πολλάκις κατονομάζειν ἔθος ἐστίν. Καὶ καθ' ἕτε ρον νοήσεις τρόπον. Οὐ γάρ τοι, φησὶν, εἷς ὑπάρχων κἀγὼ τῶν ἐξ ἔθους ἀτιμάζεσθαι πεφυκότων, οἷς καὶ οὐχ ἑκοῦσιν τοὺς τῶν κρατούντων [ἀνάγκη] φέρειν ὀνειδισμοὺς, ἀλλ' εἷς ὑπάρχων τῶν ἐν πᾶσι τοῖς ἀγα θοῖς, ἅτε δὴ καὶ βασιλικῇ δόξῃ κατεστεμμένος, τὴν ἀτιμίαν ὅμως ὑπήνεγκα, καὶ φυλακὴν ἐθέμην τῷ στόματί μου. Ἀλλ' οὔτε ἐξ ἀναισθησίας τοῦτο παθὼν, ἀλλ' ἐκ τοῦ φιλοσοφεῖν ἑλέσθαι, καὶ ταπεινοῦν ἑαυτὸν ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ. Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου. (A f. 215, B f. 141, L f. 106 b, I f. 195 b) Ἡ μνήμη, φησὶ, τῆς ἁμαρτίας, οἷα πῦρ εἰς τὴν καρδίαν μου ἐγένετο. Ἢ ἐπειδὴ ἔθος τοῖς ὀργιζομένοις ἀνά πτεσθαι, τοῦ περικαρδίου αὐτοῖς αἴματος περιζέοντος, Ἐθερμάνθη, φησὶν, ἡ καρδία μου ἐφ' οἷς ἐλοιδορούμην. Ἀκολούθως δὲ εἴρηκε τὸ ἐπὶ τοῦ πυρὸς συμβαῖνον· προηγεῖται γὰρ τοῦ πυρὸς ἡ τῆς φλογὸς θέρμη· πρῶ τον οὖν ἐθερμάνθη, εἶτα ἐξήφθη. Μελετῶν τὴν ἀρε τὴν, δῆλον δὲ ὅτι τὴν ἀνεξικακίαν, ἐν τοῖς ἐμοῖς σπλάγχνοις ἐξεκαύθη πῦρ· καταφλέγουσι γὰρ αἱ λύπαι καὶ αὐτὰς τῶν ἁγίων ψυχὰς, ἀλλ' οὐκ εἰς πέρας ἄγεταί τι τῶν ἐκ θυμοῦ καὶ ὀργῆς. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ, "Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε." Τὸ μὲν γὰρ μηδ' ὅλως εἰσδέξασθαι τὴν ὀργὴν, μηδὲ