Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
κιττᾷν τῷ ἐκποικίλλεσθαι θέλον εἰς ἀρετὴν, διφυᾶ πως αὐτὴν ἐπιτηδεύοντας, ἔργῳ, τε φημὶ, καὶ λόγῳ. Καὶ γοῦν οἱ θεσπέσιοι προφῆται τῶν ἐν πίστει δεδικαιωμένων τὸ πρόσωπον ὑποτρέχοντες ἀνακεκράγασιν ἐναργῶς· ∆ιὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου. Ἔφη δέ που καὶ πάλιν ἰδίως ὁ αὐτὸς μακάριος Ἡσαΐας· Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταποδώσει. Καὶ πάλιν· Ἰδοὺ, Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων αὐτοῦ μετὰ κυρίας, ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ τὰς ἐν γαστρὶ ἐχούσας παρακαλέσει, τουτέστι, παράκλησις ἔσται πνευματικὴ τοῖς ἤδη τὸν θεῖον ὠδίνουσι λόγον, ὡς ἐγκάρποις ἐσομένοις, καὶ ὅσον οὐδέπω μέλλουσι τεκεῖν τῆς εὐαγγελικῆς πολιτείας τὰ αὐχήματα. Καρπὸς γὰρ οὗτος ὁσίας τε καὶ ἀκιβδήλου ψυχῆς. Ἀλλ' ἐποίησε, φησὶ, Ἰακὼβ ἑαυτῷ ποίμνια καταμόνας, καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λάβαν. Ἀσύμβατον γὰρ τῷ ἁγίῳ τὸ βέβηλον· τῷ καθαρῷ τὸ ῥυποῦν. Καταμόνας δὲ οἱ τοῦ Χριστοῦ τὸ συναναφύρεσθαι τοῖς ἐν κόσμῳ παραιτούμενοι, καὶ φιλοσαρκίας ἁπάσης ἀπηλλαγμένοι, καὶ οὐκ ἄσημοι 69.244 κατὰ τὸν βίον, γνωριμώτατοι δὲ μᾶλλον ἐξ ἀρετῆς. Ἐγένετο γὰρ, φησὶ, τὰ ἄσημα τοῦ Λάβαν· τὰ δὲ ἐπίσημα τοῦ Ἰακώβ. Πλὴν οὐκ ἀφθόνητος ἦν Ἰακώβ. Ἐπειδὴ δὲ πλουτοῦντά τε καὶ εὐημεροῦντα τεθέανται, κατεδάκνοντο λίαν οἱ τούτου υἱοί. Τοιγάρτοι καὶ ἀποδημεῖν ἐσκέπτετο, καὶ εἰς τὴν πατρῴαν ἑστίαν αὖθις ἀποφοιτᾷν. Γέγραπται γὰρ, ὅτι Καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα. Καὶ ἐγένοντο αὐτῷ κτήνη πολλὰ, καὶ βόες, καὶ παῖδες, καὶ παιδίσκαι, καὶ κάμηλοι, καὶ ὄνοι, καὶ ἡμίονοι. Ἤκουσε δὲ Ἰακὼβ τὰ ῥήματα τῶν υἱῶν Λάβαν λεγόντων· Εἴληφεν Ἰακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν, καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκε πᾶσαν τὴν δόξαν ταύτην. Καὶ εἶδεν Ἰακὼβ τὸ πρόσωπον Λάβαν, καὶ ἰδοὺ οὐκ ἧν πρὸς αὐτὸν ὡς χθὲς καὶ τρίτην ἡμέραν. Εἶπε δὲ Κύριος πρὸς Ἰακώβ· Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου, καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ. Ἀποστείλας δὲ Ἰακὼβ ἐκάλεσε Ῥαχὴλ καὶ Λείαν εἰςτὸ πεδίον, οὗ ἦν τὰ ποίμνια. Καὶ εἶπεν αὐταῖς· Ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν, ὅτι οὐκ ἔστι πρὸς ἐμὲ ὡς χθὲς καὶ τρίτην ἡμέραν. Ὁ δὲ Θεὸς τοῦ πατρός μου ἦν μετ' ἐμοῦ. Καὶ αὐταὶ δὲ οἴδατε ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν. Ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με, καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνάδων. Εἶτά φησι, ὅτι Καὶ ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ μοι αὐτά. Πεπλούτηκε μὲν γὰρ ἀληθῶς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, εἰς πληθὺν ἀμέτρητον, συναγείρων ἐν κόσμῳ τοὺς ἰδίους προσκυνητάς· οἳ καὶ διανοίας ἀγαθῆς ἀνάθημα λαμπρὸν τῆς ὑπ' αὐτὸν δουλείας ποιοῦνται τὴν ὁμολογίαν, λέγοντες· Ἡμεῖς δὲ λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ. Ἀλλ' ἠρεμεῖν ἐπὶ τούτοις οὐκ ἀνέχονται τὰ τοῦ κόσμου τέκνα. Συλώμενον δὲ ὥσπερ ὁρῶντες τὸν ἑαυτῶν πατέρα, καὶ τὴν τοῦ ἀγαθοῦ ποιμένος ὑποτρέχοντα χεῖρα τὰ τῶν προβάτων ἐπισημότατα· καὶ ποικιλλομένους ταῖς πολυειδέσιν ἀρεταῖς τοὺς ὑπὸ Χριστῷ γεννωμένους, τονθορύζουσι λέγοντες· Εἴληφεν Ἰακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν, καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκε πᾶσαν τὴν δόξαν ταύτην. Καὶ ψευδοεποῦσιν οὐδαμῶς. Ἀληθὴς γὰρ ὁ λόγος. Συνεκόμισε γὰρ ἅπαντας εἰς ἑαυτὸν τοὺς ἐν κόσμῳ Χριστὸς, ἐνσηκασάμενός τε ταῖς ἰδίαις αὐλαῖς τὰς τῶν πιστευσάντων ἀγέλας, πλοῦτον ἔχει τὸν θεοπρεπῆ καὶ δόξαν ἐξῃρημένην. Ἔφη γάρ που καὶ αὐτὸς πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, ὅτι Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς. Ἴδωμεν δὲ καὶ αὐτὸν τοῦ Ἰακὼβ τὸν μισθόν. Ἐγένοντο δὲ αὐτῷ, φησὶ, κτήνη πολλὰ, καὶ βόες, παῖδές τε καὶ παιδίσκαι, κάμηλοι καὶ ὄνοι. Ὁρᾷς συναγείροντα καὶ τὸν Χριστὸν ἐκ παντὸς γένους, κατὰ τὸ γεγραμμένον· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ ἐν τῇ θαλάσσῃ, καὶ ἐκ παντὸς γένους