85
ιζʹ. ΟΤΙ ΜΕΤΑ ΤΗΝ ΕΥΑΓΓΕΛΙΚΗΝ ∆Ι∆ΑΣΚΑΛΙΑΝ Η ΠΑΛΑΙΑ ΑΝΘΡΩΠΟΘΥΣΙΑ ΚΑΤΕΛΥΘΗ ιηʹ. ΟΤΙ ΠΟΝΗΡΟΙΣ ∆ΑΙΜΟΣΙΝ ΑΝΕΚΕΙΤΟ
ΠΑΣΑ Η ΤΩΝ ΕΘΝΩΝ ΘΕΟΛΟΓΙΑ Τούτους ἅπαντας καὶ τούς γε αἰσχρορρημοσύναις καὶ γυναικῶν παρανόμοις διαφθοραῖς τῇ τε ἄλλῃ τῇ προκατειλεγμένῃ μανίᾳ χαίροντας προεφώνησεν ἂν ὁ ἀληθὴς καὶ ἀγαθὸς εἴτε θεὸς εἴτε καὶ δαίμων μηδαμῶς ἡγεῖσθαι θεούς. τοῦτο δὲ οὐδεὶς τῶν πώποτε ἢ μόνος ὁ παρ' Ἑβραίοις τιμώμενος, ὡς ἂν 4.17.2 μόνος καὶ ἀληθὴς θεός, πεποιηκὼς μνημονεύεται. μόνος γὰρ οὗτος διὰ τοῦ προφήτου καὶ θεολόγου Μωυσέως προεκήρυξεν τοῖς πᾶσιν μὴ σέβειν ὡς ἀγαθοὺς δαίμονας τοὺς φαύλους, ἔμπαλιν δὲ ἀποτρέπεσθαι καὶ ἀπελαύ νειν ὡς ἂν πονηρὰ τυγχάνοντας πνεύματα· ναὶ μὴν καὶ καθαιρεῖν αὐτῶν τούς τε νεὼς καὶ τὰς ἀνιέρους καὶ ἀτελέστους θρησκείας καὶ πάμπαν ἐξ ἀνθρώπων ἀφανίζειν τὴν ὡς περὶ θεῶν αὐτῶν μνήμην καὶ τὴν ἀπονεμομένην αὐτοῖς τιμὴν ἐνομοθέτησεν. οὐδὲ γὰρ τοὺς φαύλους ἀπομειλίσσεσθαι ὅσιον 4.17.3 ἦν τοὺς τοῖς ἀγαθοῖς μεμελημένους. εἴτε δὲ Φύλαρχος εἴτε καὶ ὁστισοῦν ἱστορεῖ πάντας τοὺς Ἕλληνας πρὶν ἐπὶ τοὺς πολέμους ἐξιέναι ἀνθρωποκτονεῖν, καὶ τοῦτον μάρτυρα τῆς Ἑλλήνων δαιμονικῆς ἐπιληψίας μὴ ὄκνει παραλαμβάνειν. μὴ παρίδῃς μηδὲ τοὺς κατὰ τὴν Ἀφρικὴν τούς τε Θρᾷκας καὶ τοὺς Σκύθας τὰ ὅμοια πράττοντας ταῖς αὐταῖς τῶν δαιμόνων ὑπῆχθαι μανίαις ἀποφαίνεσθαι· ὡς καὶ Ἀθηναίους καὶ τοὺς κατὰ τὴν Μεγάλην Πόλιν, εἴ γε καὶ οὗτοι κατὰ τὰς τοῦ Μεγάλου ∆ιὸς ἑορτὰς ἀνθρώπους ἔσφαζον. 4.17.4 ἀλλὰ γὰρ συναγαγὼν ὁμοῦ τὸν πάντων τῶν προειρημένων κατάλογον εὕροις ἂν σχεδὸν εἰπεῖν πᾶσαν τὴν τῶν ἐθνῶν θεοποιίαν τούτοις αὐτοῖς τοῖς ἀνθρωποκτόνοις πνεύμασι καὶ τοῖς πονηροῖς δαίμοσιν ἀνακειμένην. εἰ γὰρ ἐν Ῥόδῳ καὶ ἐν Σαλαμῖνι καὶ ἐν Ἡλίου πόλει τῇ κατ' Αἴγυπτον ἔν τε Χίῳ καὶ Τενέδῳ καὶ Λακεδαίμονι καὶ Ἀρκαδίᾳ Φοινίκῃ τε καὶ Λιβύῃ καὶ πρὸς τούτοις ἅπασιν ἐν Συρίᾳ καὶ Ἀραβίᾳ καὶ παρά γε τοῖς Πανέλλησιν καὶ ἔτι τούτων τοῖς κορυφαιοτάτοις Ἀθηναίοις κατά τε Καρχηδόνα καὶ τὴν Ἀφρικὴν καὶ παρὰ Θρᾳξὶ καὶ Σκύθαις ἀποδέδεικται τὰ τῆς δαιμονικῆς ἀνθρωποκτονίας κατὰ τοὺς παλαιοὺς χρόνους ἐπιτελούμενα καὶ μέχρι τοῦ σωτῆρος ἡμῶν παρατείναντα· πῶς οὐκ εὐλόγως τοὺς πάντας εἴποις ἂν τότε τοῖς πονηροῖς δαίμοσιν δεδουλῶσθαι οὐ πρότερόν τε παῦλαν τῶν τοσούτων τῷ βίῳ γενέσθαι κακῶν ἢ τὴν τοῦ σωτῆρος ἡμῶν καταλάμψαι διδασκαλίαν; ὅτι δὴ μέχρι τῶν Ἁδριανοῦ χρόνων διαμεῖναι ταῦτα, λελύσθαι δ' ἐξ ἐκείνου παρέ στησεν ὁ τῆς ἱστορίας λόγος. οὗτος δὲ ἦν μάλιστα ὁ χρόνος, καθ' ὃν ἡ σωτή4.17.5 ριος εἰς πάντας ἀνθρώπους ἤκμαζεν διδασκαλία. καὶ μὴν οὐδὲ δυνατὸν αὐτοῖς εἰπεῖν ὡς τοῖς πονηροῖς δαίμοσιν ἔθυον· αὐτοῖς γὰρ μάλιστα τοῖς μεγίστοις θεοῖς ἡ ἱστορία τὰς ἀνθρωποθυσίας ἐδήλωσεν ἐπιτελεῖσθαι. θύεσθαι γὰρ ἔφησεν τῇ Ἥρᾳ καὶ τῇ Ἀθηνᾷ Κρόνῳ τε καὶ Ἄρει καὶ ∆ιονύσῳ καὶ αὐτῷγε τῷ ἐπὶ πάντων ∆ιὶ καὶ τῷ Φοίβῳ, τῷ δὴ σεμνοτάτῳ πάντων καὶ σοφωτάτῳ Ἀπόλλωνι· τούτους δὲ καὶ οὐκ ἄλλους τοὺς μεγίστους καὶ ἀγαθοὺς 4.17.6 σωτῆράς τε καὶ θεοὺς ἀναγορεύουσιν. αὐτοὶ δὲ ἄρα εἶεν ἂν οἱ πονηροὶ δαίμονες. εἰ γὰρ οἵδε τοιαύταις ἀνθρωποθυσίαις καὶ ἀνθρωποκτονίαις ἔχαιρον, πῶς οὐκ ἂν αὐτοὺς εἰκότως τῇ τῶν μοχθηρῶν πνευμάτων μιαιφονίᾳ καταριθμήσειας, εἴτε αὐτοὶ χαίρειν λέγοιντο τοῖς τοιούτοις εἴτε συγχωρεῖν 4.17.7 καὶ περιορᾶν ἑτέροις γιγνόμενα; τί γὰρ χρῆν ὅλως ἐπιτρέπειν ἀνθρώποις ἱλάσκεσθαι τὰ πονηρὰ πνεύματα; τί δὲ τοσοῦτον πλανᾶσθαι ὡς θεραπεύειν καὶ κολακεύειν τοὺς φαύλους; τί δὲ τοῖς πονηροῖς καταδουλοῦσθαι, δέον ἀγαθοὺς ὄντας καὶ θεοὺς πορρωτάτω τῆς ἀνθρώπων διατριβῆς πᾶν ὅ τι 4.17.8 φαῦλον καὶ πονηρὸν δυνάμει κρείττονι καὶ θειοτέρᾳ ἀπελαύνειν; ἦ πατὴρ μὲν ἀγαθὸς οὐκ ἂν ὑπὸ φαύλοις ἀνδράσι φθειρόμενον περιίδοι