καὶ συνεξαλλόμενος ἐκείνῳ τὴν μάχην ἐκκλίνοντι. (ῃ. 163 ς.) Φησὶ γὰρ «Ἕκτορα δ' ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης ἔκ τ' ἀνδροκτασίης ἔκ θ' αἵματος ἔκ τε κυδοιμοῦ». καὶ ὅρα τὸ «ὕπαγεν» ἀντὶ τοῦ ὑπεξῆγεν. Ἰστέον δέ, ὡς, εἰ καὶ λίαν καὶ ἐνταῦθα καὶ ἐν τοῖς ἑξῆς ὁ ποιητὴς τὸν βασιλέα σεμνύνει, ὅμως οὐδὲ τοῦ πιθανοῦ ἀπέχεται, ἀλλ' εἰπών, ὅτι «ὅθι πλεῖσται κλονέοντο φάλαγγες, τῇ ῥ' ἐνόρουσεν», ἤγουν ἐνταῦθα δὴ ὥρμησεν, ἐπήγαγεν «ἅμα δ' ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί», καὶ πάλιν «αἰὲν ἀποκτείνων ἕπετο Ἀργείοισι κελεύων», καὶ «σφεδανὸν ∆αναοῖσι κελεύων», δι' ὧν δηλοῖ, ὡς ἐποίει μὲν μεγάλα ὁ βασιλεύς, οὐκ ἄνευ μέντοι τῶν ὑπ' αὐτόν, ὧν τοῖς ἐθνικοῖς ἐγκροαίνων Ἀχαιούς τε καὶ Ἀργείους καὶ ∆αναοὺς ἐνταῦθα ὠνόμασε. καὶ οὕτω μὲν τοῦτο. (ῃ. 155) Ἀΐδηλον δὲ καὶ νῦν πῦρ, τὸ οἱονεὶ ἄστατον καί, ὡς εἰπεῖν, ἀΐζηλον καὶ μὴ 3.174 ἵζον καὶ μένον ἐπὶ ἑνὸς τόπου, ὅτε δηλαδὴ ἄνεμος εἰλυφόων φέρει, τραπέντος τοῦ ˉζ εἰς ˉδ, ὡς καὶ ἀλλαχοῦ πολλαχοῦ γίνεται, καθὰ προεσημάνθη. ἔνθα παραπηκτέον καὶ τὸ κατὰ μὲν Ὦρον τὸν γραμματικὸν ζήτρειον προπαροξυτόνως, κατὰ δὲ ἑτέρους ζητρεῖον προπερισπωμένως, ὃ δηλοῖ, φασί, δούλων δεσμωτήριον, ἤγουν μύλωνα, ἐκεῖ γὰρ ἐδεσμοῦντο οἱ δοῦλοι. αὐτὸ γὰρ κατά τινας παρὰ τὸ δεῖν, ὅ ἐστι δεσμεύειν, καὶ τὸ τρεῖν, ἤγουν φοβεῖσθαι, συντεθὲν εἰς δήτρειον, ζήτρειον γέγονε, μεταπεσόντος τοῦ ˉδ εἰς ˉζ. Οὕτω δέ, φασί, καὶ ζεῖρα ἐξ ὁμοίας τροπῆς ἐγένετο, συγκειμένη καὶ αὐτὴ παρὰ τὸ δεῖν, ἤτοι δεσμεῖν, καὶ τὸ εἴρειν. σημαίνει δέ, φασί, ζώνην καὶ χιτῶνα καὶ χλαμύδα, ἣν μέχρι καὶ ἐς ἄρτι παραφθείροντες οἱ Λυκιακοὶ ἡμίζαρον λέγουσιν. Ἄξυλος δὲ ὕλη ἢ δασεῖα καὶ πολύξυλος κατὰ ἐπίτασιν, ἢ κατὰ Πορφύριον, ἀφ' ἧς οὐδεὶς ἐξυλεύσατο, ἣν ξύλοχον λέγει ἐν ἄλλοις διὰ τὴν ἐν αὐτῇ πυκνὴν τῶν ξύλων συνέχειαν. εἴη δ' ἂν πάντως καὶ ἡ ἀξύλευτος πολύξυλος, εἰσαγούσης τῆς στερήσεως ἐπίτασιν καί, ὡς εἰπεῖν, πλουτιζούσης τῇ ἐνδείᾳ. Τὸ δὲ «ἐμπέσῃ» τόν[, ὡς εἰκός,] κατὰ τύχην ἐμπρησμὸν τῆς ὀρεινῆς ὕλης δηλοῖ. (ῃ. 156) «Εἰλυφόων» δὲ κατὰ παραγωγὴν ὁ εἰλῶν καὶ στρέφων πανταχοῦ, ἢ καὶ κατὰ σύνθεσιν ὁ ἐνταῦθα καὶ ἐκεῖ εἰλῶν τὸ φαῖνον πῦρ, ἢ καὶ ἄλλως, ὁ εἰλῶν καὶ φαίνειν ποιῶν, τοῦτο δὲ καὶ εἰλυφάζειν λέγεται. Τὸ δὲ «ἄνεμος φέρει» γράφεται καὶ ἄνεμος στρέφει. καὶ ἔστιν ἡ γραφὴ αὕτη προσφυεστέρα τῷ εἰλυφόων. Θάμνος δὲ ἀρσενικῶς μὲν ἐνταῦθα εἴρηται, εἶδος δέ ἐστι χαμαιζήλου 3.175 φυτοῦ καὶ πολυκλάδου, παρὰ τὸ θαμά ἐτυμολογούμενος. οὐ γὰρ μονοστέλεχος κατὰ τὸ δένδρον ἄνεισιν, ἀλλὰ πυκνὸς ὁ θάμνος καὶ πολυστέλεχος εὐθύς ἐστιν ἐκ ῥιζῶν. θάμνοι δὲ ῥᾷον οὕτω πυρὶ πίπτουσιν. οὐ γὰρ δήπου μεγάλα δένδρα. ἡ δὲ πτῶσις διὰ τὸν ἄνεμον καὶ διὰ τὸ πολὺ πῦρ ἐξικμάζον τὴν συνεκτικὴν τῶν λεπτῶν θάμνων ὑγρότητα. [Ἴσως δὲ οὐ κυριολεκτεῖται τὸ πίπτειν ἐνταῦθα, οὐ γὰρ θάμνους, ἀλλὰ δένδρα ὁ ἄνεμος βλάπτει ῥίπτων αὐτῇσι ῥίζῃσιν, ἀλλ' ἔστι πίπτειν ἐν τούτοις τὸ ταπεινοῦσθαι πυρὶ καὶ ἀπόλλυσθαι μεταφορικῶς. διὸ οὐδὲ τὸ πρόρριζοι ταὐτὸν ἂν εἴη τῷ σύρριζοι, ἀλλ' ὥσπερ τὸ πρὸ θυρῶν ἐστιν ἀντὶ τοῦ ἐγγὺς ἔξω θυρῶν, οὕτω καὶ τὸ πρὸ ῥιζῶν, ἐξ οὗ συνετέθη τὸ πρόρριζον.] (ῃ. 157) Τὸ δὲ «ἐπειγόμενοι» ὡς ἐπὶ ἐμψύχων μὲν τῶν θάμνων εἴρηται, πιπτόντων ἐν τῷ ὠθεῖσθαι καὶ οἷον ἐπείγεσθαι. ἀμφιβολίαν δὲ ἔχει, εἴτε παθητικῶς ἑρμηνευθήσεται, εἴτε κατ' ἐνέργειαν. Τοῦ δὲ ἐπείγω ἡ διὰ διφθόγγου γραφή, δυσχερῆ αἰτιολογίαν ἔχουσα, παραδίδοται ὑπὸ τῶν τεχνικῶν οὕτω γράφεσθαι διὰ τὸ δοκεῖν ἐξ αὐτοῦ γίνεσθαι τὸ οἴγω, ὅ ἐστιν ἀνοίγω. διὸ καὶ ὡς ἀναφαινομένου ἐνταῦθα τοῦ ˉο σὺν τῷ ˉι φαίνεται τὸ ἐπείγω προέχειν τὸ ˉε μετὰ τοῦ ˉι, ἵνα ᾖ ἐπείγειν καὶ ἔπειξις τὸ οἴγειν οἷόν τινα ὄγμον, ὁδόν, εἰς ἔργον. (ῃ. 158) Ὅρα δὲ καί, ὡς μετὰ δοτικῆς ἡ ˉὑˉπˉο κἀνταῦθα κεῖται πρόθεσις ἐν τῷ «ὑπ' Ἀτρείδῃ», ὡς καὶ μετ' ὀλίγα ἐν τῷ «ἔκπεσον ἵππων Ἀτρείδεω ὑπὸ χερσίν». Ἐν δὲ τῷ «ἔπιπτε κάρηνα Τρώων» ἢ ἄνδρας ὑπερέχοντας νοητέον, οὓς κεφαλὰς τῶν ἀρχομένων καλεῖν εἰώθαμεν, ἢ περιφραστικῶς τοὺς Τρῶας, κατὰ τὸ «Τεῦκρε, φίλη κεφαλή». (ῃ. 159) Τὸ «ἐριαύχενες» δὲ ὅτι ἔπαινός ἐστιν ἵππων, καὶ οἷαί τινες αἱ τοῦ